Τρίτη 15 Ιουνίου 2021

Ο ΠΡΟΦΗΤΗΣ ΑΜΩΣ

 15 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. κα΄ 26-32

     26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. 27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτὸν 28 κράζοντες· ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον· 29 ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ᾿ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

  

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ις΄ 2-12

     2 Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 3 καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾿ ὑμῶν ἤμην. 5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις! 6 ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· 8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι.

 

  ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΠΡΟΦΗΤΗΣ ΑΜΩΣ

     Στίς 15 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ προφήτου Ἀμώς. Τὸ βιβλίο τοῦ προφήτου Ἀμώς ἂν καὶ εἶναι ἡ ἀρχαιότερη αὐτοτελὴς γραπτὴ συλλογὴ προφητειῶν, παρατίθεται δεύτερο στὴ σειρὰ τῶν βιβλίων τῶν «Μικρῶν Προφητῶν».Ἔδρασε ὡς προφήτης στὸ βόρειο βασίλειο τοῦ Ἰσραὴλ κατὰ τοὺς χρόνους τοῦ βασιλέως Ἱεροβοὰμ Β΄ μεταξύ 787-747 π.Χ. Ἦταν κτηνοτρόφος καὶ καταγόταν ἀπὸ τὸ βασίλειο τοῦ Ἰούδα, ἀπὸ κάποιο χωριὸ μὲ τὸ ὄνομα Θεκοὰ νοτιανατολικά τῆς Βηθλεέμ.Ὅταν κλήθηκε ἀπὸ τὸν Θεὸ μετέβη στὶς περιοχὲς τοῦ βορείου βασιλείου. Ἡ δράση του συμπίπτει μὲ μία περίοδο ὅπου εἶχε ἐξασθενήσει ἡ ἀσσυριακὴ δύναμη καὶ ἡ εἰρήνη εἶχε ἐπικρατήσει στὰ δύο βασίλεια τοῦ Ἰσραήλ, γεγονός τὸ ὁποῖο ἔδωσε τὴν δυνατότητα γιὰ οἰκονομικὴ ἀνάπτυξη, ποὺ συνοδεύτηκε ὅμως ἀπὸ μεγάλη κοινωνικὴ ἀνισότητα. Ἡ ὑψηλὴ φορολογία εἶχε σὰν ἀποτέλεσμα τὴν συγκέντρωση τῆς ἰδιοκτησίας στὰ χέρια μίας μικρῆς, ἰσχυρῆς τάξης γαιοκτημόνων, ἐνῶ τό μεγαλύτερο μέρος τοῦ πληθυσμοῦ τῆς ὑπαίθρου ὑπέφερε ἀπὸ φτώχεια καὶ καταπίεση. Οἱ προφητεῖες του, οἱ ὁποῖες ἔγιναν διʼ ἀποκαλύψεων καὶ συμβολικῶν ὁραμάτων ἀπὸ τὸν Θεό, προανάγγελαν τὴν ἐπικείμενη καταστροφὴ τοῦ βορείου βασιλείου τοῦ Ἰσραήλ, ἐξ αἰτίας τῆς ἐκτροπῆς σὲ ἁμαρτωλὲς καὶ φαῦλες διασκεδάσεις, κυρίως τῆς ἀνώτερης τάξης, τῆς καταδυναστεύσεως τῶν πτωχῶν καὶ ἀδυνάτων, τῆς καταφρόνησης τοῦ Θεοῦ, ἀλλὰ καὶ τῆς λατρείας τῶν εἰδώλων. Κατακλείει τὶς προφητεῖες του μὲ μία λαμπρὴ εἰκόνα ἀνορθώσεως, ἀποκαταστάσεως, εὐημερίας, εἰρήνης ἀλλὰ καὶ δόξης τῆς ἔνδοξης βασιλείας τοῦ Δαυὶδ ἀλλὰ καὶ τὴν ἀναζήτηση τοῦ ἀληθινοῦ Θεοῦ ἀπὸ τὰ ἔθνη, τὴν ἐπίκληση καὶ τὴν πίστη στὸ ὄνομά Του.

Ἀπολυτίκιον

(Ἦχος α΄. Τόν τάφον σου Σωτήρ.)

Προφήτην σὲ πιστόν, καὶ τῶν ἄνω ἐπόπτην, ἀνέδειξεν Ἀμῶς, ἐκ ποιμνίου ὁ Λόγος, τοῦ βίου σου δεξάμενος, εὐμενῶς τὴν χρηστότητα ὅθεν ἤλεγξας, τοὺς ἀσεβοῦντας ἀνδρείως, καὶ τὸν θάνατον, μαρτυρικῶς δεδεγμένος, ζωῆς θείας ἔτυχες.

Μεγαλυνάριον

Χαίροις ὦ Προφῆτα Θεοῦ Ἀμώς· τὴν γὰρ πεπτωκυῖαν, ὡς προέφης σκηνὴν Δαβίδ, σαρκωθεὶς ὁ Λόγος, ἀνέστησεν ἐνδόξως, καὶ ταύτην θεουργήσας, Πατρὶ προσήγαγε.