ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ια΄ 19-30
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
25 ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. 26 ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29 τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ι΄ 16-21
16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΠΟΣΤΟΛΟΣ ΒΑΡΘΟΛΟΜΑΙΟΣ
Στίς 11 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἀποστόλου
Βαρθολομαίου, ἑνὸς ἐκ τῶν δώδεκα Ἀποστόλων. Δυστυχῶς δὲν ὑπάρχουν πολλὲς
πληροφορίες γιὰ τὴ ζωή του. Γνωρίζουμε ὡστόσο ὅτι κήρυξε τὸ Εὐαγγέλιον
στοὺς Ἰνδούς. Ἀργότερα στὴν Οὐρβανούπολη συνελήφθη ἀπὸ τοὺς ἄπιστους, οἱ
ὁποῖοι τὸν σταύρωσαν, μιμούμενοι τὴ Σταύρωση τοῦ Χριστοῦ. Τὸ παράδειγμά
του πρέπει νὰ φωτίζει καὶ τοὺς σύγχρονους κληρικούς, οἱ ὁποῖοι πολὺ
δύσκολα δέχονται τὸν ἔμπονο ἀγώνα τοῦ κηρύγματος τοῦ Εὐαγγελίου.
Ἀρέσκονται στὸ νὰ τὰ ἔχουν μὲ ὅλους καλά, ἀποφεύγοντας τὸν ἔλεγχο τῶν
διεφθαρμένων καὶ ἀπίστων.
Ἀξιοπρόσεκτοι εἶναι οἱ στίχοι εἰς τὸν Βαρθολομαῖον:
«Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος, μιμούμενός Σε, σταυρικὸν φέρει πάθος».
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Θεία ὄργανα, τοῦ Παρακλήτου, καὶ ἐκφάντορες, τοῦ Θεοῦ Λόγου, ἀνεδείχθητε θεόπται Ἀπόστολοι, Βαρθολομαῖε τῶν Δώδεκα σύσκηνε, καὶ Βαρνάβα ὡς υἱὸς παρακλήσεως. Ἀλλὰ αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις Ἀποστόλων ἡ καλλονή, μύστα τοῦ Κυρίου, καὶ Ἀπόστολε ἱερέ· χαίροις θεηγόρε, σοφὲ Βαρθολομαῖε, ἡμῶν πρὸς τὸν Δεσπότην, μεσίτης ἔνθεος.