Πέμπτη 10 Ιουνίου 2021

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΛΕΞΑΝΔΡΟΣ ΚΑΙ ΑΝΤΩΝΙΝΗ

 10 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. α΄ 1-12

     1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 

7 εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, 11 οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. 12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κδ΄ 36-53

     36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΛΕΞΑΝΔΡΟΣ ΚΑΙ ΑΝΤΩΝΙΝΗ

     Στίς 10 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου καί Ἀντωνίνης. Ἡ ἁγία Ἀντωνίνη ἦταν χριστιανή καί ζοῦσε μέ σεμνότητα καί ἄσκηση. Γιά τόν λόγο αὐτό συνελήφθηκε ἀπό τόν ἡγεμόνα τῆς πόλεως καί ἐπειδή δέν πείσθηκε νά ἀρνηθῆ τόν Χριστό καί νά προσκυνήση τούς δαίμονες ὁδηγήθηκε σέ ἕνα πορνοστάσιο, στό ὁποῖο παρέμεινε γιά τρεῖς ἡμέρες νηστική. Τήν τρίτη νύκτα φῶς οὐράνιο κάλυψε τόν τόπο ἐκεῖνο καί δυνατή βροντή τόν ἔσεισε καί ἀφοῦ οἱ πόρτες τοῦ τόπου ἐκείνου ἄνοιξαν, μία οὐράνια φωνή τήν πρόσταξε νά φάη ψωμί. Ἡ ἁγία Ἀντωνίνη, ἀφοῦ ἐνδυναμώθηκε μέ τήν τροφή παρουσιάσθηκε καί πάλι στόν ἡγεμόνα καί ἀφοῦ δέν πείσθηκε νά θυσιάση στά εἴδωλα κτυπήθηκε βάναυσα καί ξανά ὁδηγήθηκε στό πορνοστάσιο. Βρισκόμενη ἐκεῖ παρουσιάσθηκε ὁ μάρτυς Ἀλέξανδρος, μετά ἀπό θεία ἀποκάλυψη, ὁ ὁποῖος ἦταν νέος στήν ἡλικία, δῆθεν ὅτι πῆγε μέ πονηρό σκοπό καί ἀφοῦ ἐλευθέρωσε κρυφά τήν ἁγία, σκεπάζοντας τό πρόσωπό της μέ τήν χλαμίδα του, παρέμεινε ὁ ἴδιος στήν θέση της. Ὅταν ἀποκαλύφθηκε ἡ πράξη του ὁδηγήθηκε στόν ἡγεμόνα καί τόν ἔδειραν ἀπάνθρωπα, κατόπιν, ἀφοῦ συνελήφθηκε καί ἡ ἁγία ἔκοψαν καί τῶν δύο τά τέσσερα ἄκρα τοῦ σώματός τους. Ἔπειτα τούς ἔριξαν σέ ἕνα λάκκο μέ φωτιά, ἀφοῦ τούς εἶχαν ἀλείψει μέ πίσσα καί ἔτσι ἔλαβαν καί δύο τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν καί τῆς οὐρανίας μακαριότητος.

 Ἀπολυτίκιον
(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης)

Ξυνωρίς ἡ ἁγία τῶν Μαρτύρων ὑμνείσθω μοι, σύν τῷ εὐκλεεῖ Ἀλεξάνδρῳ, Ἀντωνίνα ἡ πάνσεμνος· ἀγάπῃ γάρ καί πίστει εὐσεβεῖ, ἐκλάμψαντες ἐν ἄθλοις ἱεροῖς, ἰαμάτων ἐφαπλοῦσι μαρμαρυγάς, τοῖς πόθῳ ἀνακράζουσι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾽ ὑμῶν πᾶσιν ἰάματα.

Μεγαλυνάριον

Χαίροις ὦ Ἀλέξανδρε Ἀθλητά· χαίροις Ἀντωνίνα, νύμφη ἄμωμε τοῦ Χριστοῦ· γνώμῃ γὰρ τελείᾳ, ἐχθροῦ τὰς μεθοδείας, ἀθλητικῇ δυνάμει, κατηδαφίσατε.