ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ε΄ 12-20
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. 17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· 20 πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. κ΄ 19-31
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΠΡΟΦΗΤΗΣ ΗΣΑΪΑΣ
Στίς 9 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου προφήτου Ἡσαΐα. Ὁ ἅγιος προφήτης Ἡσαΐας καταγόταν ἀπό τήν Ἱερουσαλήμ, ἔζησε κατά τούς χρόνους τοῦ βασιλέως Μανασῆ, υἱοῦ τοῦ Ἐζεκίου περί τό 770 π.Χ., ἀπό ἀριστοκρατική οἰκογένεια τῆς φυλῆς τοῦ Ἰούδα, μάλιστα νυμφεύθηκε καί ἀπέκτησε δύο παιδιά. Στό προφητικό ἀξίωμα κλήθηκε μέ οὐράνια ὀπτασία, ὅπως ὁ ἴδιος ἀφηγεῖται καί ἀπέθανε μέ μαρτυρικό θάνατο, ἀφοῦ πριονίσθηκε μέ ξύλινο πριόνι, ἐπειδή ἔλεγχε τήν ἀποστασία τοῦ βασιλέα ἀλλά καί τοῦ λαοῦ. Ὁ προφήτης Ἡσαΐας ἐνταφιάσθηκε στό νότιο μέρος τῆς Ἰερουσαλήμ κοντά στούς τάφους τῶν βασιλέων, πίσω ἀπό τά μνήματα τῶν ἱερέων, σέ τόπο ὅπου ὑπῆρχε βρύση ἀπ΄τήν ὁποία ἐποτίζετο ἡ Ἰερουσαλήμ καί ἡ ὁποία εἶχε ἀναβλύσει νερό μετά ἀπό τίς προσευχές τοῦ προφήτου. Ἡ προφητική δράση του διαρκεῖ περίπου πενῆντα χρόνια, περίοδο κατά τήν ὁποία καταλύεται τό βόρειο βασίλειο τοῦ Ἰσραήλ ἀπό τούς Ἀσσυρίους μέ ἀποτέλεσμα τήν εἴσοδο εἰδωλολατρικῶν στοιχείων στήν ἰουδαϊκή λατρεία. Ὁ προφήτης στό κήρυγμά του τονίζει τήν ἁγιότητα τοῦ Θεοῦ, τήν ὁποία ἀντιδιαστέλλει μέ τήν ἁμαρτωλότητα τοῦ ἀνθρώπου, τήν παγκοσμιότητα καί τήν μοναδικότητα τοῦ Θεοῦ ὅτι δηλαδή εἶναι ὁ κύριος τῆς ἱστορίας καί τοῦ κόσμου. Μέ τό ἐλεγκτικό κήρυγμά του ὁ προφήτης Ἡσαΐας καλεῖ τόν λαό σέ μετάνοια καί σέ ἐπιστροφή στόν Θεό, σέ διαφορετική ὅμως περίπτωση τονίζει ὅτι ἡ ἀποστασία θά ἔχει σάν ἀποτέλεσμα τήν καταστροφή, ἀπό τήν ὁποία θά διασωθεῖ ἕνα ὑπόλειμμα, ἀπό τό ὁποῖο θά ξαναγεννηθεῖ ὁ νέος λαός τοῦ Θεοῦ.
Ἀπολυτίκιον (Ἦχος δ΄. Ταχὺ προκατάλαβε.)
Ὡς σάλπιγξ πανεύσημος, μεγαλοφώνω φθογγή, τῷ κόσμῳ προήγγειλας, τὴν παρουσίαν Χριστοῦ, Προφῆτα θεσπέσιε, σὺ γὰρ τοῦ Παρακλήτου, ἑλλαμφθεῖς τὴ δυνάμει, κάλαμος ὀξυγράφος, τῶν μελλόντων ἐδείχθης, διὸ σὲ Ἠσαΐα, ὕμνοις γεραίρομεν.
Μεγαλυνάριον
Ἄνθρακι τά χείλη σου καθαρθείς, τῆς ὑπερκοσμίου, θεωρίας θεουργικῶς, ὤφθης Ἠσαΐα, Προφήτης θεηγόρος, καί τοῦ Χριστοῦ προλέγεις σαφῶς τήν σάρκωσιν.