Πέμπτη 20 Μαΐου 2021

Ο ΜΑΡΤΥΣ ΘΑΛΛΕΛΑΙΟΣ

 20 Μαΐου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. η΄ 26-39

     26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ. 28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. 29 εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 

30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. 34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; 37 εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. 38 καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ςς΄ 40-44

     40 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾿ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΜΑΡΤΥΣ ΘΑΛΛΕΛΑΙΟΣ

      Στίς 20 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Μάρτυρος Θαλλελαίου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὸ Λίβανο τῆς Φοινίκης καὶ ἔζησε τὸν 3ον αἰώνα. Οἱ γονεῖς του ἦταν πλούσιοι καὶ εὐσεβεῖς. «Ὁ Θαλλέλαιος διεμορφώθη κατὰ τὸ πρότυπον τῶν γονέων του. Ἦταν πιστὸς καὶ φιλεύσπλαγχνος, ἐγκρατέστατος καὶ μετριώτατος εἰς τὰς προσωπικάς του ἀνάγκας, δίδων ἀφειδῶς εἰς τοὺς πτωχούς. Ἀκολούθησε τὴν ἰατρικὴν ἐπιστήμην. Ἐξήσκησεν ὅμως αὐτὴν ὄχι ὡς ἐπάγγελμα, ἀλλ᾽ ὡς διακονίαν χριστιανικήν», ἀναφέρει ὁ Συναξαριστής. Ἀγωνιζόταν μὲ τὸ κήρυγμα τοῦ θείου λόγου νὰ ὁδηγήσει τοὺς ἄπιστους καὶ εἰδωλολάτρες στὸ δρόμο τῆς σωτηρίας. Οἱ ἐπιτυχίες τοῦ Θαλλελαίου ἐνοχλοῦσαν τοὺς φανατικοὺς εἰδωλολάτρες, οἱ ὁποῖοι τὸν συνέλαβαν καὶ τὸν βασάνισαν ἀγρίως. Εἶχε μαρτυρικὸ τέλος τὸ 289.
Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον (Ἦχος α΄. Τῆς ἐρήμου πολίτης)

Μαρτυρίου ἀνύσας τὸν ἀγῶνα Θαλλέλαιε, ἤσχυνας εἰδώλων, τὴν πλάνην, τῇ γενναίᾳ ἀθλήσει σου καὶ ὤφθης ἰαμάτων θησαυρός, παρέχων τὰς ἰάσεις δωρεάν, τοῖς προστρέχουσιν ἐν πίστει τῷ σῷ Ναῷ καὶ πόθῳ ἀνακράζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Μεγαλυνάριον

Ἔλαιον βλυστάνων διηνεκῶς, θείων ἰαμάτων, ὡς τῆς χάριτος ἰατρός, ψυχῶν καί σωμάτων, τά πάθη θεραπεύεις, Θαλλέλαιε θεόφρον τῶν προσιόντων σοι.