Σάββατο 20 Μαρτίου 2021

ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΥΡΩΝ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. Β΄ 1-10

     1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. β΄ 23 – γ΄ 9

      23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. 25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυΐδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; 27 καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
1 Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγὴν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. 4 καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. 5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΥΡΩΝ

      Στίς 20 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Μύρωνος. Ὁ ἅγιος Μύρων καταγόταν ἀπό τό Ἡράκλειο τῆς Κρήτης ἀπό γονεῖς εὐσεβεῖς. Ἀπό μικρή ἡλικία ἀγαποῦσε τά κόσμια ἤθη καί ἰδιαίτερα τήν παρθενία καί τήν σωφροσύνη, ἦταν μάλιστα πολύ ὡραῖος στήν ὄψη. Γνώριζε τήν ραπτική τέχνη καί οἱ Ἀγαρηνοί λόγῳ τῶν ἀρετῶν του ἀποζητοῦσαν τήν συντροφιά του, αὐτός ὅμως ἀποστρεφόταν τίς συναναστροφές καί τίς συνομιλίες μαζί τους. Αὐτοί κινούμενοι ἀπό φθόνο σχεδίαζαν νά τόν κάνουν Τοῦρκο. Γι᾽ αὐτό ἔπεισαν ἕνα τουρκόπουλο νά πῆ ὅτι τόν βίασε καί ἔτσι τόν ὁδήγησαν στόν δικαστή. Οἱ συκοφάντες ἀπαιτοῦσαν νά γίνη Τοῦρκος ἤ νά θανατωθῆ. Τότε ὁ μάρτυς τοῦ Χριστοῦ μέ παρρησία ὁμολόγησε τήν πίστη του καί γι᾽ αὐτό τόν κτύπησαν καί τόν φυλάκισαν. Ὅταν μετά ἀπό μέρες τόν ξαναοδήγησαν στόν κριτή ὁ μάρτυρας παρ΄ὅλες τίς τιμές καί τά δῶρα πού τοῦ ὑποσχέθηκαν παρέμεινε ἄκαμπτος στήν ἀγάπη του στόν Χριστό, γι΄ αὐτό τόν καταδίκασαν σέ θάνατο. Ὁ μάρτυρας πηγαίνοντας ἔξω ἀπό τήν πόλη, γιά νά θανατωθῆ ζητοῦσε τήν συγχώρεση ἀπό τούς χριστιανούς. Ὅταν ἔφθασε στόν τόπο τῆς καταδίκης, ἀφοῦ φίλησε καί πῆρε τήν εὐχή τοῦ πατέρα του καί τόν παρηγόρησε, εἶπε στούς δημίους νά κάνουν τήν δουλειά τους. Αὐτοί ἀφοῦ πέρασαν τήν θηλιά τόν κρέμασαν καί ἔτσι ὁ ἀοίδιμος Μύρων στίς 20 Μαρτίου τοῦ 1793 ἔλαβε τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου. Τήν δέ νύκτα πού ἀκολούθησε οὐράνιο φῶς εἶχε καλύψει τό μαρτυρικό του λείψανο, πού εἶχε παραμείνει κρεμασμένο.

Ἀπολυτίκιον

Ἡρακλείου τό ἂνθος τό εὐωδέστατον, ὡς εὐσεβείας σε μύρον ὓμνοις γεραίρομεν, νεομάρτυς τοῦ Χριστοῦ Μύρων μακάριε. Σύ γάρ νεότητος ἀκμήν ὑπερείδες ἀνδρικῶς καί ἢθλησας στεροψύχως. Καί νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.