ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ιγ΄ 17-21
17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. 18 Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. 19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. 20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, 21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ς΄ 1-10
1 Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί. 2 τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς· τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι; 3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυΐδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες; 4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ᾿ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; 5 καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. 6 Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. 7 παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ. 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· ὁ δὲ ἀναστὰς ἔστη. 9 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὡς ἡ ἄλλη.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΣΙΟΣ ΑΛΕΞΙΟΣ Ο ΑΝΘΡΩΠΟΣ ΤΟΥ ΘΕΟΥ
Στίς 17 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ. Ὁ ἅγιος Ἀλέξιος καταγόταν ἀπό τήν Ρώμη, ἦταν μονογενής γιός γονέων εὐγενῶν καί πλουσίων, τοῦ πατρικίου Εὐφημιανοῦ καί τῆς Ἀγλαΐδος καί ἔζησε στούς χρόνους τοῦ Θεοδοσίου τοῦ μεγάλου. Ὅταν ἔφθασε σέ ἡλικία γάμου οἱ γονεῖς του τόν ὑποχρέωσαν νά παντρευθῆ, τήν πρώτη νύκτα ὅμως τοῦ γάμου του ὁ ἅγιος Ἀλέξιος, ἔχοντας πόθο νά ἀφιερωθῆ στόν Κύριο, ἀφοῦ εἶπε στήν γυναίκα του λόγια ψυχωφελῆ καί τῆς ἔδωσε ἕνα δακτυλίδι, ἀνεχώρησε κρυφά γιά τήν Ἔδεσσα τῆς Μεσοποταμίας. Ἐκεῖ, ἀφοῦ διαμοίρασε στούς πτωχούς τά χρήματα καί τά ἐνδύματά του, παρέμεινε γιά δέκα ὀκτώ χρόνια στόν ναό τῆς Θεοτόκου, προσευχόμενος καί τρεφόμενος ἀπό τούς χριστιανούς. Ἀπό ἐκεῖ ἀναχώρησε γιά τήν Ταρσό τῆς Κιλικίας, γιά νά πάη στόν ναό τοῦ ἀποστόλου Παύλου, ὅμως τό πλοῖο, μὲ τὸ ὁποῖο ταξίδευε, ἔπεσε σέ θαλασσοταραχή καί παρασυρόμενο ἀπό τούς ἀνέμους ὁδηγήθηκε στήν Ρώμη. Βρισκόμενος στήν Ρώμη φιλοξενήθηκε ὡς ἄγνωστος στήν πατρική του οἰκία, ὅπου παρέμεινε τό ὑπόλοιπο τῆς ζωῆς του, περιγελώμενος ἀπό τούς δούλους του, ἐμπαιζόμενος καί θλιβόμενος ἀπό τούς ἀνθρώπους, τούς ὁποίους παρακινοῦσε ὁ διάβολος. Πρίν κοιμηθῆ ἔγραψε σέ χαρτί ποιός ἦταν, μέ τό ὁποῖο καί ἐνταφιάσθηκε. Ὅταν κοιμήθηκε, ὁ Θεός ἀποκάλυψε στόν βασιλέα Ὠνόριο τά σχετικά μέ τόν ἅγιο Ἀλέξιο καί αὐτός πῆγε μέ τόν Ἀρχιεπίσκοπο στήν οἰκία τοῦ Εὐφημιανοῦ νά προσκυνήσουν τό ἅγιο λείψανο καί ἀφοῦ προσευχήθηκαν μέ θέρμη διάβασαν τό χαρτί καί ἔτσι ἀποκαλύφθηκε ποῖος ἦταν ὁ ἅγιος Ἀλέξιος. Κατόπιν προσκύνησε τό λείψανο ὅλος ὁ λαός καί τό ἐνταφίασαν στόν ναό τοῦ Ἀποστόλου Πέτρου, τό ὁποῖο ἀνέβλυζε μύρο καί ἦταν πηγή πολλῶν ἰαμάτων.
Ἀπολυτίκιον (Ταχύ προκατάλαβε)
Ἐκ ῥίζης ἐβλάστησας, περιφανοῦς καί κλεινῆς, ἐκ πόλεως ἤνθησας, βασιλικῆς καί λαμπρᾶς, Ἀλέξιε πάνσοφε· πάντων δ᾽ ὑπερφρονήσας, ὡς φθαρτῶν καί ῥεόντων, ἔσπευσας συναφθῆναι, τῷ Χριστῷ καί Δεσπότῃ. Αὐτόν οὖν ἐκδυσώπει ἀεί, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον
Κλῆσιν τὴν οὐράνιον ἐσχηκώς, μόνος ἐν Ἁγίοις, Θεοῦ ἄνθρωπος θαυμαστός, Ἀλέξιε σὺ ὤφθης, τῷ ἰσαγγέλῳ βίῳ· διὸ τῆς τῶν Ἀγγέλων, χαρᾶς ἠξίωσαι.