Παρασκευή 19 Μαρτίου 2021

ΑΓΙΟΙ ΧΡΥΣΑΝΘΟΣ ΚΑΙ ΔΑΡΕΙΑ

 19 Μαρτίου

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
(Α΄ Χαιρετισμοί)

Ἰω. ιε΄ 1-7

     1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ. 3 ἤ δη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. 4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. 5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. 6 ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. 7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΧΡΥΣΑΝΘΟΣ ΚΑΙ ΔΑΡΕΙΑ

     Στίς 19 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ συζύγων Χρυσάνθου καὶ Δαρείας, οἱ ὁποῖοι ἔζησαν τὸν 3ο αἰώνα. Ὁ Χρύσανθος καταγόταν ἀπὸ τὴν Ἀλεξάνδρεια καὶ ἡ Δαρεία ἀπὸ τὴν Ἀθήνα. Καὶ οἱ δύο Ἅγιοι εἶχαν ζῆλο ἱερὸ καὶ συνεχῶς κήρυτταν τὴν πίστη στὸ Χριστό. Τὸ γεγονὸς αὐτὸ ἐνοχλοῦσε τοὺς εἰδωλολάτρες, οἱ ὁποῖοι διέβαλαν τοὺς Ἁγίους στὸν ἔπαρχο Κελλερίνο καὶ ἀποφασίστηκε ἡ τιμωρία τους μὲ ποικίλα βασανιστήρια. Μετὰ ἀπὸ θαυμαστὰ γεγονότα, ποὺ ἔλαβαν χώρα, οἱ Ἅγιοι Χρύσανθος καὶ Δαρεία ὁδηγήθηκαν σὲ βορβορώδη λάκκο καὶ «χωσθέντες καὶ καταπατηθέντες» ἔλαβαν τοὺς στεφάνους τῆς ἀθλήσεως.

Ἀπολυτίκιον
«Τὴν σύμπνουν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, Χρύσανθον ἁγνείας τὸ ἄνθος, καὶ Δαρείαν τὴν πάνσεμνον· τῇ πίστει ἑνωθέντες γὰρ σεπτῶς, ἐδείχθησαν τοῦ Λόγου κοινωνοί, ἐναθλήσαντες νομίμως ὑπὲρ αὐτοῦ, καὶ σῴζουσι τοὺς ψάλλοντας· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾽ὑμῶν, πᾶσιν ἰάματα».

Μεγαλυνάριον

Σύμφρονες ὁμόζυγοι Ἀθληταί, οἱ τοῦ Ζωοδότου, πειθαρχήσαντες τῷ ζυγῷ, χαίρετε ἀπαύστως, Χρύσανθε καὶ Δαρεία, τῆς παγκαλοῦς ἁγνείας, τερπνὰ ἀλάβαστρα.