ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ιβ΄ 1-3
1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, 2 καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. 3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. β΄ 25-38
25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· 38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΣΥΜΕΩΝ Ο ΘΕΟΔΟΧΟΣ ΚΑΙ Η ΠΡΟΦΗΤΙΣ ΑΝΝΑ
Στίς 3 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ δικαίου Συμεών τοῦ Θεοδόχου καί τῆς ἁγίας Ἄννης τῆς προφήτιδος. Ὁ βίος τοῦ ἁγίου Συμεών τοῦ Θεοδόχου στόν παρόντα κόσμο ἦταν μακρύς, ἐπειδή τοῦ ἀποκαλύφθηκε τό Πνεῦμα τό Ἅγιο καί τόν πληροφόρησε ὅτι δέν θά φύγη ἀπό τήν παροῦσα ζωή πρίν ἀξιωθῆ νά δῆ τόν Μεσσία, τόν Δεσπότη Χριστό. Ἔτσι ὁ ἅγιος Συμεών τιμήθηκε νά βαστάξη στίς ἀγκάλες του τόν σαράντα ἡμερῶν νήπιο Κύριο, τόν ὁποῖο εἶχε φέρει στόν Ναό ἡ μητέρα του Παναγία, γιά νά τόν ἀφιερώση. Τότε, ἀφοῦ τό Ἅγιον Πνεῦμα τόν πληροφόρησε μέ ἄρρητο τρόπο τά σχετικά περί τοῦ Κυρίου ἐκοιμήθη καί ὁδηγήθηκε στά ἄνω σκηνώματα. Ἡ δέ προφήτιδα Ἄννα καταγόταν ἀπό τήν φυλή τοῦ Ἀσήρ καί ἦταν κόρη τοῦ Φανουήλ. Ὅταν κοιμήθηκε ὁ ἄνδρας της, μετά ἀπό ἑπτά χρόνια γάμου, ἡ ἁγία παρέμεινε στόν Ναό τοῦ Σολομῶντος προσευχόμενη καί νηστεύοντας. Ἔτσι ἀξιώθηκε καί αὐτή, ὅταν ἡ Παναγία μαζί μέ τόν δίκαιο Ἰωσήφ ἔφερε τόν Κύριο στόν Ναό, νά τόν δῆ. Ἡ Παράδοση μᾶς ἀναφέρει ὅτι ἡ ἁγία προφήτις Ἄννα κατά τήν ἔλευση τοῦ βρέφους, Κυρίου, ἐμπνευσμένη ἀπό τό Πνεῦμα τό Ἅγιο ἔλεγε στούς παρευρισκόμενους στόν Ναό « Τοῦτο τὸ βρέφος εἶναι ἐκεῖνος ὁ Κύριος, ὁ ὁποῖος ἐστερέωσε τόν οὐρανό καί τήν γῆ, τοῦτο τό βρέφος εἶναι ὁ Χριστός, περί τοῦ ὁποίου οἱ προφῆτες προεκήρυξαν».
Ἀπολυτίκιον
Τὸν
Ὕπερθεον Λόγον σάρκα γενόμενον, ἐνηγκαλίσω ὡς βρέφος ἐν τῷ Ναῷ τοῦ
Θεοῦ, Θεοδόχε Συμεὼν Πρεσβῦτα ἔνδοξε, ὅθεν καὶ Ἄννα ἡ σεπτή,
ἀνθομολόγησιν αὐτῶ, προσήγαγεν ὠς Προφήτις, ὅθεν ὑμᾶς εὐφημοῦμεν, οἴα
Χριστοῦ θείους θεράποντος.