Παρασκευή 12 Φεβρουαρίου 2021

Ο ΑΓΙΟΣ ΜΕΛΕΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΝΤΙΟΧΕΙΑΣ

 12 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. α΄ 7-17

     7 Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ 10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ, 11 ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, 12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· 13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, 14 ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. 15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾿ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, 16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μαρκ. η΄ 1-10

     1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· 2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ μακρόθεν ἥκασι. 4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας; 5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά. 6 καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ παρέθεκαν τῷ ὄχλῳ. 7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ αὐτὰ εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά. 8 ἔφαγον δὲ καὶ ἐχορτάσθησαν. καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9 ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ ἐμβὰς εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΕΛΕΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΝΤΙΟΧΕΙΑΣ

     Στίς 12 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τόν ἅγιο Μελέτιο, ἀρχιεπίσκοπο Ἀντιοχείας τῆς Μεγάλης, ὁ ὁποῖος καταγόταν ἀπό τήν Μελιτινή τῆς Μικρᾶς Ἀρμενίας καί ἔζησε τόν 4ο αἰώνα μ.Χ. Τό 361 ἐξελέγη ἀρχιεπίσκοπος Ἀντιοχείας, ὅπου οἱ χριστιανοί ἦταν χωρισμένοι σέ ἀντιμαχόμενες ὁμάδες, ἀλλά καί οἱ ἀρειανοί δραστηριοποιοῦνταν καί προκαλοῦσαν μεγάλη ἀναταραχή. Ὁ ἅγιος Μελέτιος ἦταν πιστός θιασώτης καί συνήγορος τῶν ἀποφάσεων τῆς Α´ ἐν Νικαίᾳ Οἰκουμενικῆς Συνόδου, γεγονός πού ἐξόργιζε τούς αἱρετικούς ἀρειανούς. Ἀντιμετώπισε πολλά προβλήματα κατά τή διάρκεια τῆς ἀρχιεπισκοπείας του. Ὁ Συναξαριστής ἐπίσης μᾶς πληροφορεῖ: «Κατά τήν ἐν Κωνσταντινουπόλει Οἰκουμενικήν Σύνοδον τοῦ 381 ὁ Μελέτιος ὄχι μόνον ἔλαβε μέρος, ἀλλά καί προήδρευεν αὐτῆς· ἀπέθανε δέ, ἐνῶ διήρκουν ἀκόμη αἱ ἐργασίαι της, καί ἡ κηδεία του ἔγινε πάνδημος καί ἄκρως πανηγυρική διά συμμετοχῆς ὁλοκλήρου τῆς Συνόδου, κατ᾽ ἐντολήν τῆς ὁποίας τόν ἐπιτάφιον ἐξεφώνησεν ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Γρηγόριος ὁ Θεολόγος».

Ἀπολυτίκιον (Θείας Πίστεως)

Νόμον ἔνθεον, ἐμμελετήσας, τὴν οὐράνιον, γνῶσιν ἐκλάμπεις, τὴ Ἐκκλησία Ἱεράρχα Μελέτιε, τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον, αἱρετικῶν διαλύεις τᾶς φάλαγγας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Τὸ μεγαλυνάριο τοῦ ἁγίου ἀναφέρει:
«Μελέτῃ δογμάτων πανευσεβῶν, τῆς Ὀρθοδοξίας, ἀναβλύζεις τον γλυκασμόν, και τῆς ἀνομίας, ἐξαίρεις τήν πικρίαν, Μελέτιε παμμάκαρ, Τριάδος πρόμαχε».
Πρωτ. Δ.Δ.Τ.