Τρίτη 9 Φεβρουαρίου 2021

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

 9 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. γ΄ 12-16

     12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. 15 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε· 16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μαρκ. ζ΄ 5-16

     5 Ἒπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διατί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλ᾿ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; 6 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ· 7 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 8 ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 9 καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 10 Μωϋσῆς γὰρ εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, κορβᾶν, ὅ ἐστι δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12 καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, 13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14 Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούετέ μου πάντες καὶ συνίετε. 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ

     Στίς 9 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Νικηφόρου. Ὁ ἅγιος Νικηφόρος ἔζησε στούς χρόνους τῶν ρωμαίων αὐτοκρατόρων Οὐαλλεριανοῦ καί Γαληίνου καί εἶχε τέτοια στενή φιλία μέ κάποιον ἱερέα, ὀνόματι Σαπρίκιο τῆς Ἐκκλησίας τῆς Ἀντιόχειας, ὥστε ὁ ἕνας ζοῦσε μέσα στήν ψυχή τοῦ ἄλλου. Συνεργείᾳ τοῦ διαβόλου ὅμως κατέλαβε τήν ψυχή τοῦ Σαπρικίου τό πάθος τῆς μνησικακίας, τόσο πολύ πού δέν μποροῦσε οὔτε κἄν νά τόν ἀντικρύση. Ὁ ἅγιος Νικηφόρος ἄν καί ἔβαλε πολλούς ἀνθρώπους νά μεσιτεύσουν, γιά νά ἐπανέλθη ἡ εἰρήνη καί ἡ ἀγάπη μεταξύ τους, ἡ ψυχή τοῦ Σαπρικίου ἔμενε κλειστή καί σκληρή στήν χάρι τοῦ Θεοῦ. Κάποτε συνελήφθηκε ἀπό τούς εἰδωλολάτρες, ὡς χριστιανός ἱερέας καί ὁδηγήθηκε στά βασανιστήρια. Ὁ Νικηφόρος τότε ἀναλογιζόμενος ὅτι εἶναι ἡ κατάλληλη εὐκαιρία νά ἐλευθερωθῆ ἡ ψυχή τοῦ φίλου του ἀπό τό πάθος τῆς μνησικακίας, παρουσιάσθηκε μπροστά του καί ἀφοῦ προσέπεσε στά πόδια του τόν θερμοπαρακαλοῦσε νά τόν συγχωρέση, ὅμως αὐτός ἔμεινε ἀμετανόητος. Γι’ αὐτόν τον λόγο κατά θεία παραχώρηση, ὁ Σαπρίκιος παρ’ ὅλα τά σκληρά βασανιστήρια πού δοκίμασε γιά τήν ἀγάπη τοῦ Χριστοῦ, ὅταν ὁδηγεῖτο γιά ἀποκεφαλισμό καί ἐπρόκειτο νά λάβη τόν στέφανο τοῦ μαρτυρίου, γυμνώθηκε ἀπό τήν χάρι καί ἀρνήθηκε τόν Χριστό. Τότε ὁ μακάριος Νικηφόρος βλέποντας τόν Σαπρίκιο νά ἔχη γίνει παίγνιο τῶν δαιμόνων παρουσιάζεται καί ὁμολογεῖ δημόσια τήν πίστη του στόν Κύριο. Καί ἔτσι ὁ ἀοίδιμος Νικηφόρος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκε αὐτός τῆς οὐρανίου μακαριότητας.

Ἀπολυτίκιον

Ἀγάπης τῷ δεσμῷ, συνδεθείς Νικηφόρε, διέλυσας τρανῶς, τήν κακίαν τοῦ μίσους· καί ξίφει τήν κάραν σου, ἐκτμηθείς ἐχρημάτισας, Μάρτυς ἔνθεος, τοῦ σαρκωθέντος Σωτῆρος· ὃν ἱκέτευε, ὑπέρ ἡμῶν τῶν ὑμνούντων, τήν ἔνδοξον μνήμην σου.