Δευτέρα 15 Φεβρουαρίου 2021

Ο ΑΓΙΟΣ ΑΝΘΙΜΟΣ ΕΝ ΧΙῼ

 15 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλήμ. α΄ 1-25

     1 Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2 καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. 7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

 8 Διό, πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ· τοιοῦτος ὤν, ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ, 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον, 11 τὸν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 12 σὺ δὲ αὐτόν, τοῦτ᾿ ἔστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον, ἀλλ᾿ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ! 17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.21 Πεπ οιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. 23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. 25 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμήν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μάρκ. ιβ΄ 13-17

     13 Ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἰπὲ οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω· 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος. 17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΑΝΘΙΜΟΣ ΕΝ ΧΙῼ

      Στίς 15 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο Ἄνθιμο. Ὁ ἅγιος Ἄνθιμος ὁ κατὰ κόσμον Ἀργύριος Βαγιάνος γεννήθηκε στὴ Χίο τὸ 1869 ἀπὸ εὐσεβεῖς καὶ πτωχούς γονεῖς. Οἱ γραμματικές του γνώσεις ἦταν οἱ ἁπλὲς γνώσεις τοῦ δημοτικοῦ σχολείου. Φλεγόμενος ἀπὸ ἀγάπη πρὸς τὸν Κύριο κείρεται μοναχὸς σὲ νεαρὰ ἡλικία ἀπὸ τὸν σεβάσμιο γέροντα Παχώμιο τῆς Σκήτης τῶν Ἁγίων Πατέρων. Μετὰ ὅμως ἀπὸ σκληρὴ σωματικὴ καὶ πνευματικὴ ἄσκηση ἀσθένησε καὶ ἐπέστρεψε στὸ σπίτι του, ὅπου ἐγκαταβίωσε σὲ ἀπομονωμένο κελὶ στὸ πατρικό του κτῆμα στὰ Λιβάδια ἀσκώντας ταυτόχρονα καὶ τὸ ἐπάγγελμα τοῦ ὑποδηματοποιοῦ, γιὰ νὰ βοηθάη τοὺς πτωχοὺς γονεῖς του καὶ νὰ ἐλεῆ τοὺς ἀδυνάτους. Στὸ κελὶ αὐτὸ προκόπτοντας στὴν πνευματικὴ ζωὴ ἀναδείχθηκε καθοδηγητὴς τῶν πιστῶν. Λόγῳ ὅμως τῆς περιορισμένης μόρφωσής του ὁ Μητροπολίτης Χίου ἀρνιόταν νὰ τὸν χειροτονήσει ἱερέα. Μετὰ ὅμως ἀπὸ πιέσεις τῶν πιστῶν πηγαίνει στὸ Ἀδραμύττιο τῆς Μικρᾶς Ἀσίας, ὅπου παρακολούθησε μαθήματα, ὥστε νὰ μπορεῖ νὰ διαβάζη τὸ Εὐαγγέλιο καὶ σὲ λίγους μῆνες χειροτονεῖται ἱερέας. Ἐπιστρέφοντας στὴν Χίο τοποθετήθηκε ἐφημέριος στὸ λεπροκομεῖο, ὅπου παρέμεινε δύο δεκαετίες ἁπαλύνοντας τὸν πόνο τῶν πασχόντων, ἐπιτελώντας ἀναρίθμητα θαύματα, ἀλλὰ καὶ καθοδηγώντας τοὺς πιστοὺς ποὺ τὸν ἐπισκέπτονταν. Τὸν Μάρτιο τοῦ 1930 μὲ τὴν ἠθικὴ καὶ ὑλικὴ συμπαράσταση τοῦ πιστοῦ λαοῦ, ἀλλὰ καὶ τὸν ὑπερβάλλοντα πνευματικὸ καὶ σωματικὸ κόπο τοῦ ἁγίου Ἀνθίμου ἱδρύεται παρθενώνας, γιὰ νὰ στεγάση πρόσφυγες μοναχὲς προερχόμενες ἀπὸ τὴν Μικρά Ἀσία. Ἀπὸ τότε ἐγκαταστάθηκε στὴν Ἱερὰ Μονὴ ποιμένοντας, ἐνισχύοντας καὶ παρηγορώντας μὲ τὸν λόγο του καὶ τὸ παράδειγμά του τοὺς πιστούς. Σὲ ἡλικία 90 ἐτῶν μετὰ ἀπὸ σύντομη ἀσθένεια ἐκοιμήθη ἐν Κυρίῳ στὶς 15 Φεβρουαρίου τοῦ 1960.

Ἀπολυτίκιον

Νέον στήριγμα Ὀρθοδοξίας, νεοκόσμητον ἄνθος ἁγνείας, Νικομηδείας Ἀνθίμου συνώνυμος τῶν ἀρετῶν τε ἐκείνου ὁμότροπος, νέων Ὁσίων σφραγίς, καί ἀγλάισμα, Πάτερ Ἄνθιμε, τῆς Χίου πάσης τό καύχημα, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθε ἡμῖν τό μέγα ἔλεος.