4 Ἰανουαρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. η΄ 8-13
8 Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. 9 ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾿ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾿ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. 12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. α΄ 18-28
18 Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; 20 καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. 21 καὶ ἠρώτησαν αὐτόν· τί οὖν; Ἠλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. 22 εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. 24 καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27 αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΑΠΟΛΛΙΝΑΡΙΑ
Στίς 4 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν ἁγία Ἀπολλιναρία τὴν Συγκλητική. Ἡ ἁγία Ἀπολλιναρία ἦταν ἰδιαίτερα ὄμορφη καὶ πολὺ σεμνὴ καὶ ἔζησε κατὰ τοὺς χρόνους τοῦ Λέοντος τοῦ Μακέλλη. Ἦταν κόρη τοῦ διοικητοῦ τῆς Ρώμης Ἀνθεμίου. Ἀπὸ νεαρὴ ἡλικία ἐπόθησε τὴν παρθενία καὶ γιὰ τὸν λόγο αὐτὸ ζήτησε ἀπὸ τοὺς γονεῖς της νὰ πάη στοὺς Ἁγίους Τόπους, γιὰ νὰ τοὺς προσκυνήση. Ἐκεῖ ἀφοῦ ἐμοίρασε τὸν χρυσό, τὸν ἄργυρο καὶ τὰ πολύτιμα ἐνδύματα, ποὺ εἶχε πάρει μαζὶ της στοὺς πτωχούς, ἀφοῦ ἐλευθέρωσε τοὺς δούλους της καὶ ἀφοῦ προσκύνησε τοὺς Ἁγίους Τόπους πορεύθηκε γιὰ τὴν Ἀλεξάνδρεια. Φτάνοντας στὴν ἔρημο παρέμεινε καὶ ἐπι δόθηκε στὴν ἄσκηση. Ἔπειτα πηγαίνει σὲ μία σκήτη, στὴν ὁποία βρισκόταν ὁ ὅσιος Μακάριος, ὑποκρινόμενη τὸν εὐνοῦχο μὲ τὸ ὄνομα Δωρόθεος. Ὁ ὅσιος Μακάριος τῆς παρεχώρησε ἕνα κελὶ στὸ ὁποῖο παρέμεινε προσευχόμενη νύχτα καὶ ἡμέρα. Ὁ πατέρας της, ἀφοῦ ἀπέκαμε στὴν ἀναζήτησή της, ἔστειλε τὴν ἄλλη του κόρη στοὺς πατέρες τῆς σκήτης, γιὰ νὰ τὴν θεραπεύσουν ἀπὸ τὸ ἀκάθαρτο πνεῦμα, ἀπὸ τὸ ὁποῖο ἔπασχε. Οἱ πατέρες τῆς σκήτης τὴν ἔστειλαν στὴν ἀδελφὴ της, τὸν ἀββᾶ Δωρόθεο, ἡ ὁποία τὴν ἐλευθέρωσε ἀπὸ τὸν δαίμονα καὶ τὴν ἀπέστειλε ὑγιῆ στὸν πατέρα της. Μετὰ ἀπὸ καιρὸ ὅμως ἄρχισε ἡ κόρη νὰ φαίνεται ἔγκυος, ὁ πατέρας της νομίζοντας ὅτι ἐγκυμονεῖ ἀπὸ τὸν ἀββᾶ Δωρόθεο διέταξε νὰ τὸν φέρουν μπροστὰ του. Ἡ ἁγία Ἀπολλιναρία, ἀφοῦ φανέρωσε ὅτι εἶναι ἡ κόρη τοῦ Ἀνθεμίου, ἔκανε ὅλους νὰ θαυμάσουν γιὰ τὴν παρρησία της πρὸς τὸν Θεὸ. Κατόπιν ἀνεχώρησε γιὰ τὴν σκήτη, ὅπου, ὅταν ἐκοιμήθη, ἀναγνωρίστηκε ἀπὸ τοὺς μοναχοὺς ὅτι ἦταν γυναίκα πρᾶγμα ποὺ τοὺς παρακίνησε νὰ δοξολογήσουν καὶ νὰ εὐχαριστήσουν τὸν Θεό.