ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. α΄ 1-7
1 Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ 2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις 3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα, 4 τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, 5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, 6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, 7 πᾶσι τοῖς οὖσι ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ζ΄ 11-16
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΕΦΡΑΙΜ Ο ΣΥΡΟΣ
Στίς 28 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ὁσίου Ἐφραίμ τοῦ
Σύρου, ὁ ὁποῖος καταγόταν ἀπό τήν Νίσιβιν τῆς Συρίας καί ἔζησε τόν 4ο
αἰώνα μ.Χ. Οἱ γονεῖς του ἦταν εὐσεβεῖς καί ὁμολόγησαν τήν πίστη τους στό
Χριστό. Εὐτύχησε νά ἔχει διδάσκαλο τόν ἐπίσκοπο τῆς πατρίδας του τόν
Ἰάκωβο, ὁ ὁποῖος ἦταν «ἄνδρας μεγάλης θεολογικῆς παιδείας, ἱδρυτής τῆς
φερωνύμου θεολογικῆς σχολῆς τῆς Νισίβεως, σταθερός καί γενναιότατος
πρόμαχος τοῦ Ὀρθοδόξου δόγματος, ἕνας ἐκ τῶν ἐνθερμοτέρων συστρατιωτῶν
καί συμμάχων τοῦ Μεγάλου Ἀθανασίου». Ὁ Ἅγιος Ἐφραίμ ὑπῆρξε σπουδαῖος
θεολόγος καί ξεχωριστός ρήτορας, πού ἔθελγε και συγκινοῦσε τά πλήθη.
Ἄφησε πλῆθος συγγραμάτων. Ἔμεινε μόνο μέ τό ἀξίωμα τοῦ διακόνου,
ἀρνούμενος κάθε ἄλλη προαγωγή. Ἐκοιμήθη τό 379 καί ἐγκώμια γι᾽ αὐτόν
ἔγραψε ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος καί ὁ Ἅγιος Γρηγόριος ὁ
Ναζιανζηνός.
Τὸ ἀπολυτίκιο τοῦ Ὁσίου ἀναφέρει:
«Ρεῖθρον
ἄϋλον, ἐν τῇ ψυχῇ σου, τόν ζωήρρυτον, πλουτήσας φόβον, κατανύξεως
κρατήρ ἀναδέδειξαι• ὅθεν ἡμᾶς προς ἠθῶν τελειότητα, τοῖς ἱεροῖς σου
ρυθμίζεις διδάγμασιν. Ἐφραίμ Ὅσιε, Χριστόν τόνΘεόν ἱκέτευε, δωρήσασθαι
ἡμῖν τό μέγα ἔλεος».
Πρωτ. Δ.Δ.Τ.