Τρίτη 26 Ιανουαρίου 2021

Ο ΟΣΙΟΣ ΞΕΝΟΦΩΝ ΜΕΤΑ ΤΗΣ ΟΙΚΟΓΕΝΕΙΑΣ ΑΥΤΟΥ

 26 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ς΄ 18-23

     18 Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. 9 ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. 20 ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. 21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. 22 νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. 23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κβ΄ 35-46

     35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων· 36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. 38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ. 43 λέγει αὐτοῖς· πῶς οὖν Δαυΐδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων, 44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυΐδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱός αὐτοῦ ἐστι; 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΞΕΝΟΦΩΝ ΜΕΤΑ ΤΗΣ ΟΙΚΟΓΕΝΕΙΑΣ ΑΥΤΟΥ

     Στίς 26 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ξενοφῶντος καί τῆς συμβίας του Μαρίας καί τῶν τέκνων αὐτῶν Ἀρκαδίου καί Ἰωάννου. Ὁ ἅγιος Ξενοφῶν ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ καί καταγόταν ἀπό τήν Κωνσταντινούπολη, ἦταν Συγκλητικός στό ἀξίωμα, πολύ πλούσιος, εὐσεβής καί ἀγαποῦσε πολύ τόν Θεό. Εἶχε δέ δύο παιδιά τόν Ἀρκάδιο καί τόν Ἰωάννη, τούς ὁποίους στήν κατάλληλη ἡλικία τούς ἔστειλε στήν Βηρυττό, γιά νά σπουδάσουν νομικά. Μεταβαίνοντας ὅμως τό πλοῖο τους ναυάγησε, ἡ πρόνοια τοῦ Θεοῦ ὅμως τούς προστάτεψε καί ἡ θάλασσα τούς ἔβγαλε στήν στεριά σέ διαφορετικά μέρη στήν περιοχή τῆς Φοινίκης. Ὅταν οἱ γονεῖς τους πληροφορήθηκαν τήν ἀπώλειά τους προσευχήθηκαν στόν Θεό καί αὐτός τούς ἀποκάλυψε ὅτι ζοῦσαν καί βρίσκονταν στά Ἱεροσόλυμα. Μέ τήν βοήθεια τοῦ Θεοῦ τούς βρῆκαν στήν Ἁγία Πόλη ἐνδεδυμένους τό σχῆμα τῶν μοναχῶν. Ἔτσι ὁ ἅγιος Ξενοφῶν καί ἡ συμβία του Μαρία, ἀφοῦ πούλησαν τήν περιουσία τους καί τήν μοίρασαν στούς πτωχούς, ἀποφάσισαν καί αὐτοί νά γίνουν μοναχοί καί νά εὐαρεστήσουν τόν Θεό. Πρόκοψαν τόσο πολύ στήν ἀρετή τόσο οἱ γονεῖς ὅσο καί τά παιδιά, ὥστε τούς ἀξίωσε ὁ Θεός νά κάνουν θαύματα. Εὐαρέστησαν δέ ὅλοι τόν Θεό μέχρι τό τέλος τῆς ζωῆς τους καί ἀξιώθηκαν ἔτσι τῆς οὐρανίας μακαριότητος.

Ἀπολυτίκιον
Ὡς γενεά εὐλογητή τῷ Κυρίῳ, τῆς οὐρανίου ἠξιώθησαν δόξης, ἀσκητικώς δοξάσαντες Χριστόν ἐπί τῆς γῆς. Ξενοφών ὁ Ὃσιος, καί ἡ τούτου συμβία, σύν τοῖς ἀριστεύσασιν, ἱεροῖς αὐτῶν τέκνοις, οὓς εὐφημοῦντες εἲπωμεν φαιδρῶς χαίροις Ὁσίων χορεία τετράριθμε.