Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι.
Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο.
Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν·
Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.