Κυριακή 31 Ιανουαρίου 2021

ΟΙ ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΥΡΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ

 31 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄Τιμ. δ΄ 9-15

 

     9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· 10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. 11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιθ΄1-10

     1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱεριχώ· 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, 3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. 9 εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. 10 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΥΡΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ

     Στίς 31 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων καί θαυματουργῶν Ἀναργύρων Κύρου καί Ἰωάννου. Ὁ ἅγιος Κῦρος καταγόταν ἀπό τήν Ἀλεξάνδρεια ὁ δε ἅγιος Ἰωάννης ἀπό τήν Ἔδεσσα τῆς Μεσοποταμίας καί ἔζησαν κατά τούς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ. Ἐξ αἰτίας τῶν διωγμῶν κατά τῶν Χριστιανῶν ὁ ἅγιος Κῦρος ἐπῆγε σέ κάποιο μοναστήρι στόν Ἀραβικό κόλπο καί ἀφοῦ ἐκάρη μοναχός παρέμεινε σ’ αὐτό, ἔφτασε δέ σέ μεγάλο ὕψος ἀρετῆς καί μάλιστα με τήν χάρη τοῦ Κυρίου θεράπευε κάθε νόσο. Ὁ δέ Ἰωάννης ἀφοῦ ἐπῆγε στά Ἱεροσόλημα και ἄκουσε γιά τά θαύματα πού ἐπιτελοῦσε ὁ ἅγιος Κῦρος πῆγε στήν Ἀλεξάνδρεια καί ἀπό ἐκεῖ κατέληξε στό μοναστήρι, ὅπου μόναζε ὁ Κῦρος. Ἐπειδή ὅμως ἐκείνη τήν περίοδο εἶχε συλληφθεῖ ἀπό τούς εἰδωλολάτρες ἡ ἁγία Ἀθανασία μέ τίς τρεῖς θυγατέρες της Θεοδότη, Θεοκτίστη καί Εὐδοξία καί ἐπρόκειτο να παρουσιασθοῦν στόν κριτή και νά βασανισθοῦν, γιά νά ἀρνηθοῦν τόν Χριστό, γιά τόν λόγο αὐτό οἱ ἅγιοι Κῦρος καί Ἰωάννης, ὁδηγούμενοι ἀπό το Πνεῦμα τό Ἅγιο παρουσιάσθηκαν στίς ἁγίες, γιά νά τίς ἐνδυναμώσουν μέ τά λόγια τους και νά τίς ἐνισχύσουν στόν ἀγώνα τοῦ μαρτυρίου. Αὐτό εἶχε σάν ἀποτέλεσμα νά συλληφθοῦν οἱ ἅγιοι ἀπό τούς εἰδωλολάτρες καί ἀφοῦ ὁμολόγησαν τόν Κύριο ὡς Θεό ἀληθινό ὁδηγήθηκαν σέ φρικτά βασανιστήρια καί τέλος ἀποκεφαλίσθηκαν μαζί μέ τίς ἁγίες γυναῖκες. Καί ἔτσι οἱ ἅγιοι Κῦρος, Ἰωάννης, Ἀθανασία, Θεοδότη, Θεοκτίστη καί Εὐδοξία ἔλαβαν τούς στεφάνους τοῦ μαρτυρίου.

Ἀπολυτίκιον
Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος, καὶ ἰατῆρες τῶν ψυχῶν καὶ σωμάτων, Ἀνάργυροι ἐκλάμπετε ἐν πάσῃ τὴ γῆ, νόσων μὲν ἰώμενοι, ἀνωδύνως τὰ βάρη, χάριν δὲ πορίζαντες, τοὶς βοώαιν ἀπαύστως χαίρετε κρήναι θείων δωρεῶν, Κῦρε θεόφρον, καὶ Ἰωάννη ἔνδοξε