Παρασκευή 22 Ιανουαρίου 2021

Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΤΙΜΟΘΕΟΣ

 22 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. α΄ 3-9

     3 Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6 δι᾿ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· 

7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. 8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κδ΄ 1-13

     1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. 2 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ᾧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. 3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς, 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΤΙΜΟΘΕΟΣ

    Στίς 22 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Ἀποστόλου Τιμοθέου. Ὁ ἅγιος Τιμόθεος καταγόταν ἀπό τά Λύστρα τῆς Ἰσαυρίας, ἡ μητέρα του ὀνομαζόταν Εὐνίκη καί ὁ πατέρας του ἦταν ἓλληνας. Ἀφοῦ μαθήτευσε κοντά στόν Ἀπόστολο Παῦλο, κατόπιν συνεργάσθηκε μαζί του στό κήρυγμα καί στή διάδοση τοῦ Ἁγίου Εὐαγγελίου. Ἔπειτα γνώρισε τόν ἅγιο Ἰωάννη τόν Θεολόγο, ἀπό τόν ὁποῖο ἔλαβε πλούσια τήν χάρη τοῦ Ἁγίου Πνεύματος καί χειροτονήθηκε ἀπό τόν Ἀπόστολο Παῦλο Ἐπίσκοπος Ἐφέσου. Ὅταν ὁ ἅγιος Ἰωάννης ἐξορίσθηκε στήν Πάτμο, ἀπό τόν ρωμαῖο αὐτοκράτορα Δομετιανό, ὁ ἅγιος Τιμόθεος ποίμαινε τήν Ἔφεσο. Κάποτε στήν Ἔφεσο, οἱ εἰδωλολάτρες ἑόρταζαν τήν παγανιστική ἑορτή καταγώγιο, καί οἱ ἄνθρωποι κρατώντας τά εἴδωλα μέ σκεπασμένα τά πρόσωπά τους μέ μάσκες καί τραγουδώντας ἄσεμνα τραγούδια ὁρμοῦσαν σέ ἄνδρες καί γυναῖκες σκοτώνοντας ὁ ἕνας τόν ἄλλο. Βλέποντας ὁ ἅγιος Τιμόθεος τό πλῆθος νά ἔχει παρεκτραπεῖ καί ἐμπνεόμενος ἀπό θεῖο ζῆλο προέτρεπε τούς εἰδωλολάτρες νά σταματήσουν τίς ἄσεμνες αὐτές πράξεις καί τούς κήρυττε τόν λόγο τοῦ Θεοῦ. Τότε οἱ ἄνθρωποι παρακινούμενοι ἀπό τόν διάβολο ὅρμησαν κατά πάνω του καί τόν κτυποῦσαν μέ μανία ἕως πού τόν σκότωσαν. Ἔτσι ὁ μακάριος Τιμόθεος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου καί ἐνταφιάσθηκε ἀπό τούς χριστιανούς. Ἀργότερα τό ἅγιο λείψανό του μεταφέρθηκε στήν Κωνσταντινούπολη καί ἀποθησαυρίσθηκε στόν Ναό τῶν Ἁγίων Ἀποστόλων.
Τὸ ἀπολυτίκιο τοῦ ἁγίου ἀναφέρει:
«Χρηστότητα ἐκδιδαχθείς, καὶ Νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα· καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἀπόστολε Τιμόθεε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν».