ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Τιμ. γ΄ 1-13
Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ᾿ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος· εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. δεῖ δὲ αὐτόν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσι. διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. κ΄ 9-18
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς. καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσωσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο. ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΠΡΟΦΗΤΗΣ ΣΟΦΟΝΙΑΣ
Στίς 3 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Προφήτου
Σοφονίου, ὁ ὁποῖος ἔζησε τὸν 7ον αἰῶνα πρὸ Χριστοῦ. Ὁ Συναξαριστὴς
σημειώνει ὅτι ὁ Προφήτης Σοφονίας «ἐδέχθη χάρισμα προφητείας καὶ
προεφήτευσε διὰ τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ καὶ διὰ τὸ τέλος καὶ τὴν
καταστροφὴν τῶν Ἰουδαίων, πρὸς δὲ καὶ ὅτι ὁ ἐξ ἐθνῶν λαὸς θέλει γίνει
λαὸς περιούσιος τοῦ Θεοῦ, τοῦθ᾽ ὅπερ μέλλει νὰ εἶναι αἰσχύνη μὲν τῶν
ἀσεβῶν, δόξα δὲ τῶν δικαίων καὶ ὅτι θέλει γίνει Χριστὸς ὁ Κύριος Κριτὴς
πάσης λογικῆς πνοῆς καὶ θέλει ἀνταποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα του».
Τὸ ἀπολυτίκιο τοῦ προφήτου ἀναφέρει:
«Συνιεὶς
φερωνύμως τῶν μελλόντων τὴν πρόγνωσιν, ἐκφαντορικῶς προεκφαίνεις, τὴν
αἰώνιον λύτρωσιν· Σιὼν γὰρ Βασιλέα τὸν Χριστόν, κηρύττεις Σοφονία
ἐμφανῶς· παρ᾽ αὐτοῦ γὰρ ἐλυτρώθημεν τῆς ἀρᾶς, Προφῆτα οἱ βοῶντές σοι·
δόξα τῷ σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ
σοῦ, πᾶσιν συγχώρησιν».
Πρωτ. Δ.Δ.Τ.