Πέμπτη 31 Δεκεμβρίου 2020

ΟΣΙΑ ΜΕΛΑΝΗ

31 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ι΄ 35 – ια΄ 7

    35 Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. 38 ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

     ια΄ 1 Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. 2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. 3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. 4 Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. 5 Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ· 6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. 7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾿ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατά πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ια΄ 27-33

     27 Ἒρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῶ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; -ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι προφήτης ἦν. 33 καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΣΙΑ ΜΕΛΑΝΗ

     Στίς 31 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς Ὁσίας Μελάνης, ἡ ὁποία καταγόταν ἀπὸ τὴ Ρώμη καὶ ἔζησε στα τέλη τοῦ 4ου αἰώνα καὶ ἀρχὲς τοῦ 5ου. Ἀκολούθησε τὸν ἔγγαμο βίο καὶ ἔγινε μητέρα δύο τέκνων. «Ἀλλ᾽ ὁ οἰκογενειακός της βίος διέρρευσε θλιβερὸς καὶ πικρός. Τὴν μητρικήν της καρδίαν ἐσπάραξεν ὁ θάνατος καὶ τῶν δύο τέκνων της. Ἔχασεν ὕστερον καὶ τὸν σύζυγόν της· διὰ νὰ γεμίσῃ δὲ τὸ ποτήριον τῆς δοκιμασίας καὶ τῆς λύπης, ὁ τάφος ἀπέκρυψε καὶ τοὺς γονεῖς της». Μετὰ ἀπὸ αὐτὰ τὰ θλιβερὰ συμβάντα ἡ Μελάνη ἀποσύρθηκε σὲ ἐρημικὸ μέρος, ἔξω ἀπὸ τὴν πόλη καὶ ἐπιδόθηκε σὲ καθαρῶς πνευματικὰ ἔργα, ἀναπτύσσοντας καὶ σπουδαῖο φιλανθρωπικὸ ἔργο σὲ διάφορες περιοχές. Παρέδωσε τὴν ψυχή της στὸ Θεὸ ἐν μετανοίᾳ καὶ ἀγάπῃ, ἀφήνοντας φωτεινὸ παράδειγμα στοὺς νεώτερους.
Πρωτ. Δ.Δ.Τ.