Κυριακή 6 Δεκεμβρίου 2020

Ο ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ ΕΠΙΣΚΟΠΟΣ ΜΥΡΩΝ Ο ΘΑΥΜΑΤΟΥΡΓΌΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ιγ΄ 17-21

      Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιγ΄ 10-17

      Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ ΕΠΙΣΚΟΠΟΣ ΜΥΡΩΝ Ο ΘΑΥΜΑΤΟΥΡΓΌΣ

      Στίς 6 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ. Ὁ ἅγιος Νικόλαος γεννήθηκε στὰ Πάταρα τῆς Λυκίας, ἔζησε κατὰ τοὺς χρόνους τοὺς Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ ἀπὸ τὴν μικρή του ἡλικία διακρινόταν γιὰ τὴν εὐσέβειά του. Οἱ γονεῖς του ὅμως κοιμήθηκαν, ὅταν ἦταν ἀρκετὰ μικρὸς καὶ ἔτσι ἔμεινε ὀρφανός. Γιὰ τὴν ὑπερβάλλουσα ἀρετὴ του ὁ Κύριος τὸν κάλεσε στὴν ὑπηρεσία Του, ἀρχικὰ ὡς ἱερέα καὶ πολὺ γρήγορα ὡς ἀρχιερέα. Ἐπειδὴ ὁ ἅγιος μὲ πολὺ παρρησία κήρυττε τὸ ὄνομα τοῦ Κυρίου καὶ τὴν εὐσέβεια, ὁ ἄρχοντας τῆς πόλεως τῆς Λυκίας τὸν συνέλαβε καὶ ἀφοῦ τὸν βασάνισαν, τὸν φυλάκισαν μαζὶ μὲ ἄλλους χριστιανούς. Ὅταν ἀργότερα ἀνέβηκε στὸν θρόνο ὁ εὐσεβέστατος βασιλέας Κωνσταντῖνος καὶ ἀποφυλάκισε τοὺς χριστιανούς, ὁ ἅγιος Νικόλαος ἀνέλαβε καὶ πάλι τὴν ἐπισκοπὴ τῶν Μύρων. Μάλιστα τὸ 325, ὅταν συγκλήθηκε ἡ Α´ Οἰκουμενικὴ Σύνοδος στὴν Νίκαια τῆς Βιθυνίας πῆρε μέρος καὶ ὁ ἅγιος Νικόλαος μαζὶ μὲ ἄλλους 317 θεοφόρους Πατέρες. Πολλὰ θαύματα τέλεσε ὁ ἅγιος Νικόλαος, γιὰ νὰ στηρίξη τὴν ποίμνη του καὶ ἔτσι ἱερῶς καὶ ὁσίως, ἀφοῦ ποίμανε τὸ ποίμνιό του καὶ ἀφοῦ ἔφθασε σὲ βαθὺ γῆρας ἐξεδήμησε πρὸς τὸν Κύριο. Ἡ Ἐκκλησία μας στὴν Β´ Οἰκουμενική Σύνοδο (381) τὸν κατέταξε μεταξὺ τῶν μεγαλυτέρων ἁγίων ὡς ἰσαπόστολο. Γι᾽ αὐτὸ κάθε Πέμπτη συνεορτάζεται μὲ τοὺς Ἀποστόλους.