ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Τιμ. β’ 20-26
20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. 21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. 23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας· 24 δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾿ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. η’ 11-21
11 Ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε πάλιν. 14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν. 17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε; 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα. 20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΦΙΛΗΜΩΝ ΚΑΙ ΑΠΟΛΛΩΝΙΟΣ
Στίς 14 Δεκεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Φιλήμονος καί Ἀπολλωνίου. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἔζησαν στούς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ καί τοῦ ἡγεμόνα τῆς Θηβαΐδος τῆς Αἰγύπτου Ἀρριανοῦ. Ὅταν συνελήφθηκε ὁ Ἀπολλώνιος μέ τήν κατηγορία ὅτι εἶναι χριστιανός καί ἐπειδή δειλίασε σκεπτόμενος τά βασανιστήρια πού ἐπρόκειτο νά ὑποστῆ, χρημάτισε τόν Φιλήμονα, ὁ ὁποῖος ἔπαιζε σουραύλι στίς θυσίες τῶν εἰδώλων, ὣστε νά πάρη αὐτός τήν θέση του. Πράγματι ὁ Φιλήμων ντύθηκε τά ροῦχα τοῦ Ἀπολλώνιου, ἀλλά μέ τήν χάρη τοῦ Θεοῦ πίστεψε καί εἰσερχόμενος στό στάδιο ὁμολόγησε μέ παρρησία τόν Χριστό. Ὃταν ὁ ἡγεμόνας κάλεσε τόν Φιλήμονα νά παίξη σουραύλι, ὥστε ὁ Ἀπολλώνιος νά παρακινηθῆ καί νά θυσιάση στά εἴδωλα, ὁ Φιλήμων φανέρωσε ποιός ἦταν καί οἱ εἰδωλολάτρες τόν πίεσαν νά ἀρνηθῆ τόν Χριστό, αὐτός ὅμως ἔμεινε σταθερός στήν πίστη. Ἐπειδή ἦταν ἀβάπτιστος, ἐπέτρεψε ὁ Θεός νά βρέξη μόνο πάνω σέ αὐτόν καί πληροφορήθηκε ἀπό τόν Θεό, ὅτι ἡ βροχή ἔγινε τό βάπτισμά του. Τότε ὁδηγήθηκε καί ὁ Ἀπολλώνιος στόν ἡγεμόνα, ὁμολόγησε ὅτι εἶναι χριστιανός, γι’ αὐτό τούς ὑπέβαλαν καὶ τοὺς δύο σέ βασανιστήρια καί τέλος τούς ἀποκεφάλισαν. Ἐπειδή ὁ ἡγεμόνας Ἀρριανός, ὅταν βασάνιζε τόν Φιλήμονα τυφλώθηκε, τόν ἐπισκέφθηκε στόν ὕπνο του ὁ μάρτυρας καί τόν προέτρεψε νά βάλη στά μάτια του χῶμα ἀπό τόν τάφο του καί ἔτσι, ἀφοῦ ἀνέβλεψε, πίστεψε στόν Χριστό καί βαπτίσθηκε μαζί μέ τούς τέσσερεις σωματοφύλακές του. Γιά τόν λόγο αὐτό ὁ Διοκλητιανός, ἀφοῦ τούς βασάνισε, τούς ἔριξε στήν θάλασσα. Ἕνα δελφίνι ὅμως ἔβγαλε τά σώματά τους στήν παραλία τῆς Ἀλεξάνδρειας καί οἱ δοῦλοι τοῦ Ἀρριανοῦ τά ἐνταφίασαν μέ τιμές.