ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. δ’ 22-27
Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 16-21
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΠΡΟΦΗΤΙΣ ΑΝΝΑ
Στίς 9 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας προφήτιδος Ἄννης, τῆς μητρός τοῦ προφήτου Σαμουήλ. Ἡ προφήτης Ἄννα ἔζησε στήν πόλη Ἁρμαθαίμ, τοῦ ὄρους Ἐφραίμ, καί εἶχε παντρευθῆ τόν Ἑλκανάν, ὁ ὁποῖος καταγόταν ἀπό τήν φυλή τοῦ Λευΐ. Ὁ Ἑλκανάν, ἐπειδή ἡ Ἄννα ἦταν στεῖρα πανδρεύθηκε καί τήν Φεννάνα, μέ τήν ὁποία τεκνοποίησε. Ἐξ αἰτίας τῆς ἀτεκνίας της ἡ Ἄννα ὀνειδιζόταν τόσο ἀπό τόν ἄνδρα της καί τήν Φεννάνα ὅσο καί ἀπό τούς συγγενεῖς της καί θλιβόταν καί παρακαλοῦσε τόν Θεό νά τῆς χαρίση τέκνο. Κάποτε ἦλθε μέ τόν ἄνδρα της στήν Σηλώμ, ὅπου βρίσκόταν ἡ Κιβωτός καί ἡ σκηνή τοῦ Μαρτυρίου, γιά νά προσφέρη θυσία, ἐπειδή ὅμως ἦταν στεῖρα ἔλαβε μία μερίδα ἀπό τήν θυσία ἐν ἀντιθέσῃ μέ τήν Φεννάνα πού ἔλαβε δύο. Ὅμως ἡ Ἀννα δέν γόγγυσε, ἀλλά παρέμεινε στόν οἶκο τοῦ Θεοῦ καί προσευχήθηκε μέ θέρμη καί πόνο νά εἰσακούση ὁ Θεός τήν προσευχή της, ὑποσχόμενη ὅτι ἄν τῆς χάριζε τέκνο θά τό ἀφιέρωνε σέ αὐτόν. Καί ὁ Θεός εἰσήκουσε τήν προσευχή τῆς Ἄννας καί μέσω τοῦ ἱερέως τῆς διεμήνυσε ὅτι θά ἀποκτήση παιδί, τό ὁποῖο θά ὀνομασθῆ Σαμουήλ, δηλαδή ὁ “παρά Θεοῦ αἰτηθείς”. Καί ἔτσι ἡ Ἄννα γέννησε τόν Σαμουήλ καί ἀφοῦ τόν ἀπογαλάκτησε τόν πῆγε στόν Ναό νά τόν εὐλογήση ὁ ἱερέας καί ὅταν μεγάλωσε τοῦ τόν παρέδωσε. Κατόπιν ἡ Ἄννα γέννησε τρεῖς υἱούς καί τρεῖς θυγατέρες καί εὐχαριστοῦσε τόν Θεό πού εἰσήκουσε τήν προσευχή της. Ἡ Φεννάνα ὅμως ἀπό τότε ἔμεινε στεῖρα καί δέν ξαναγέννησε. Ἡ δέ μακαρία Ἄννα ἀφοῦ ἔζησε ἀρκετούς χρόνους εὐχαριστώντας τόν Θεό καί προφητεύοντας ἐκοιμήθη.