Τετάρτη 11 Νοεμβρίου 2020

ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ Ο ΣΤΟΥΔΙΤΗΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Θεσ. β’ 1-8

Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι, οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ, ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἀλλ᾿ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιβ’ 48-59

Ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη! βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ! δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί· διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτω· καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται. ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.


ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ Ο ΣΤΟΥΔΙΤΗΣ

Τήν 11η Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Θεοδώρου ἡγουμένου τοῦ Στουδίου, τοῦ ὁμολογητοῦ. Ὁ ἅγιος Θεόδωρος γεννήθηκε κατά τούς χρόνους τοῦ εἰκονομάχου αὐτοκράτορα Κωνσταντίνου τοῦ Κοπρωνύμου στήν Κωνσταντινούπολη, ἀπό γονεῖς εὐσεβεῖς καί γένος ἐπίσημο, τόν Φωτεινό καί τήν Θεοκτίστη. Ἀφοῦ σπούδασε τόσο τά κοσμικά ὅσο καί τά ἱερά γράμματα ἐκάρη μοναχός καί ἀξιώθηκε νά γίνη κοινωνός ὅλων τῶν θείων ἀρετῶν καί μάλιστα τῆς ταπεινοφροσύνης. Κατόπιν χειροτονήθηκε ἱερέας ἀπό τόν Πατριάρχη Ταράσιο. Ὅταν ὁ θεῖος του, ὅσιος Πλάτων, ὁ ἀδελφός τῆς μητέρας του, ὁ ἡγούμενος τῆς Μονῆς τοῦ Στουδίου παραιτήθηκε ἀπό τήν ἡγουμενία λόγῳ γήρατος, ἀναδείχθηκε ὁ Θεόδωρος σέ ἡλικία τριάντα πέντε χρόνων ἡγούμενος τῆς Μονῆς καί ὁδήγησε τούς μοναχούς στόν δρόμο τῆς τελειότητας ἀλλά καί πολλούς λαϊκούς καί πρεσβυτέρους. Ἐπειδή ὅμως ἤλεγξε τόν αὐτοκράτορα Κωνσταντῖνο, τόν υἱό τῆς Εἰρήνης, διότι χώρισε τήν νόμιμη γυναίκα του καί πῆρε ἄλλη, ἀφοῦ τὸν ἐκτύπησαν ἀνελέητα τὸν ἐξόρισαν στήν Θεσσαλονίκη. Μόλις ὁ Κωνσταντῖνος ἐκδιώχθηκε ἀπό τόν θρόνο, ἀνακλήθηκε ὁ Θεόδωρος ἀπό τήν ἐξορία ἀλλά καί πάλι, ὅταν ὁ Νικηφόρος Α΄ ἔγινε αὐτοκράτορας, τόν ἐξόρισε μέχρι πού ἀνέλαβε τόν θρόνο ὁ Μιχαήλ ὁ Ραγκαβές. Τό 813 ὅταν ὁ Λέων ὁ Ἀρμένιος βασίλευσε καί ἐπιχείρησε νά καταργήση τίς ἅγιες εἰκόνες, ὁ ὅσιος Θεόδωρος ἀντιτάχθηκε καί ἔτσι ἐξορίσθηκε στήν λίμνη τῆς Ἀπολλωνιάδος. Ἀπό ἐκεῖ τόν ἔστειλαν στό θέμα τῶν Ἀνατολικῶν, ὅπου τόν κτύπησαν ἀπάνθρωπα, μετά στάλθηκε στήν Σμύρνη, ὅπου φυλακίσθηκε σέ ἕνα βρωμερό τόπο καί μάλιστα τοῦ ἔβαλαν τά πόδια στό τιμωρητικό ξύλο. Τέλος, ὅταν ὁ Μιχαήλ ὁ Τραυλός ἔγινε αὐτοκράτορας, ὁ Θεόδωρος ἀνακλήθηκε ἀπό τήν ἐξορία καί ἀφοῦ ἔζησε λίγους μῆνες, κοιμήθηκε ἐν Κυρίῳ.