Κυριακή 22 Νοεμβρίου 2020

Ο ΑΓΙΟΣ ΚΛΗΜΗΣ ΕΠΙΣΚΟΠΟΣ ΑΧΡΙΔΟΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. β’ 14-22

     Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιβ’ 16-21

     Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΚΛΗΜΗΣ ΕΠΙΣΚΟΠΟΣ ΑΧΡΙΔΟΣ

      Στὶς 22 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ἁγίου Κλήμεντος τοῦ θαυματουργοῦ, Ἐπισκόπου Ἀχρίδος. Ὁ ἅγιος Κλήμης ἔζησε κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Μιχαὴλ (842) καὶ καταγόταν ἀπὸ τὸ γένος τῶν Βουλγάρων. Ἀπὸ μικρὴ ἡλικία ἀγάπησε τὴν ἐνάρετη ζωή. Κατεῖχε ὅλες τὶς ἀρετές, ἀλλὰ ἰδιαίτερα διακρινόταν γιὰ τὴν ἀδιάκριτη ἀγάπη καὶ τὴν ἀνυπόκριτη ταπείνωσή του. Διδάχθηκε τὴν θεία Γραφὴ ἀπὸ τοὺς φωτιστὲς τῶν Σλάβων Κύριλλο καὶ Μεθόδιο, στὴν γλώσσα τῶν Βουλγάρων. Ἔγινε ὁδηγὸς εὐσεβείας στὸ ἔθνος του καὶ ὑπέμεινε τοὺς πειρασμοὺς γιὰ τὴν διάδοση τῆς πίστεως μαζὶ μὲ τοὺς διδασκάλους του. Ἀφοῦ κοιμήθηκε ὁ ἅγιος Κύριλλος χειροτονήθηκε ἀπὸ τὸν Μεθόδιο, ποὺ εἶχε γίνει ἤδη ἀρχιεπίσκοπος Μωράβου καὶ Βουλγαρίας, Ἐπίσκοπος Ἰλλυρικοῦ, Ἀχρίδος καὶ Γλαβηνίτζας. Ὁ ἅγιος Κλήμης καθημερινὰ δίδασκε τὸν λόγο τοῦ Θεοῦ καὶ ἔτσι ὁδήγησε τὸ βάρβαρο ἔθνος τῶν Βουλγάρων στὴν θεογνωσία. Μάλιστα κατόρθωσε καὶ βάπτισε τὸν ἄρχοντα τῶν Βουλγάρων Βόριδα καὶ τὸν γιό του, ὁ ὁποῖος ἔγινε ὁ πρῶτος βασιλέας τῶν Βουλγάρων καὶ τοὺς ἔκανε νὰ πολιτεύονται σύμφωνα μὲ τὸν νόμο τοῦ Εὐαγγελίου. Προσείλκυσε τοὺς εἰδωλολάτρες ὄχι μόνο μὲ τοὺς λόγους του καὶ τὴν διδασκαλία του, ἀλλὰ καὶ μὲ τὰ θαύματά του. Ἔτσι διδάσκοντας τὰ θεῖα γράμματα καὶ χειροτονώντας ἱερεῖς, ὁ ἅγιος Κλήμης ἀξιώθηκε νὰ λάβη ἀπὸ τὸν Θεὸ καὶ ἀποστολικὴ χάρη. Ἄν καὶ ἔπασχε ἀπὸ ἀσθένειες καὶ γηρατειὰ ἀγωνιζόταν γιὰ τὴν διαδόση τοῦ Εὐαγγελίου καὶ ἔτσι ἀνεχώρησε πρὸς τὸν Κύριο ὡς κήρυκας τῆς ἀληθείας καὶ ἰσαπόστολος.