ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β’ Κορ. α’ 8-11
Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ζ’ 1-10
Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο. ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾿ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα. Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙOΣ ΑΡΕΘΑΣ
Στίς 24 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα καί τῶν σύν αὐτῷ. Ὁ Ἅγιος Ἀρέθας ἦταν ἄρχοντας τῆς πόλεως Νεγρὰν τῆς Βορείου Ὑεμένης, ὅταν αὐτοκράτορας στήν Κωνσταντινούπολη ἦταν ὁ εὐσεβής Ἰουστινιανός. Στήν γειτονική Αἰθιοπία βασίλευε ὁ ἐπίσης εὐσεβής χριστιανός Ἐλεσβαάν, στήν δέ Εὐδαίμονα Ἀραβία, τήν Ὁμηρίτιδα χώρα, τήν σημερινή Ὑεμένη ὁ ἀσεβής Ἑβραῖος Δουναάν. Ὅταν ὁ εὐσεβής Ἐλεσβαάν ὑπέταξε τόν ἀσεβῆ Δουναάν, μετά ἀπό πόλεμο καί ἔβαλε ἀνθρώπους δικούς του νά διοικοῦν τήν Ὁμηρίτιδα, αὐτός ἐπαναστάτησε καί θανάτωσε τούς ἀνθρώπους τοῦ Ἐλεσβαάν. Κατόπιν πῆγε στήν πόλη Νεγράν, οἱ πολίτες τῆς ὁποίας ἦσαν χριστιανοί καί τήν πολιόρκησε. Ἡ Νεγρὰν ὅμως ἦταν πόλη καλά ὀχυρωμένη καί οἱ χριστιανοί κάτοικοί της πολεμοῦσαν μέ γενναιότητα. Μή μπορώντας ὁ Δουσαάν νά νικήση ὁρκίζεται ὅτι θά ἀποχωροῦσε καί δέν θά πείραζε τούς πολιορκημένους χριστιανούς, ἄν αὐτοί τοῦ ἐπέτρεπαν νά μπῆ στήν πόλη εἰρηνικά. Ὅμως ὁ ἀσεβής Ἑβραῖος ἀθέτησε τούς ὅρκους του καί ὅταν μπῆκε στήν πόλη θανάτωσε ὅλους ὅσους δέν ἀρνήθηκαν τόν Χριστό, ὡς Θεό ἀληθινό. Τότε ὁ Ἅγιος Ἀρέθας παρά τό γεροντικό τῆς ἡλικίας του ὁμολόγησε μέ παρρησία τόν Χριστό καί στήριξε μέ τά λόγια του ὅλους τούς συμπολίτες του νά ἔχουν πίστη στόν Κύριό μας. Ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου διά τοῦ ἀποκεφαλισμοῦ.