Τρίτη 27 Οκτωβρίου 2020

ΑΓΙΟΣ ΝΕΣΤΩΡ

 27 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. α’ 1-3, 6-11

Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι. τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ, καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ια’ 1-10

Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΝΕΣΤΩΡ

Στίς 27 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Νέστορος. Ὁ ἅγιος Νέστωρ ἔζησε, ὅταν βασίλευε ὁ ρωμαῖος αὐτοκράτορας Μαξιμιανός, ἦταν πολύ ὄμορφος τόσο στήν ὄψη ὅσο καί στήν ψυχή, καταγόταν ἀπό τήν Θεσσαλονίκη καί ἦταν γνώριμος τοῦ ἁγίου Δημητρίου. Ὅταν ὁ Μαξιμιανός πῆγε στήν Θεσσαλονίκη καί συνέλαβε τόν Δημήτριο, προκαλοῦσε τούς Θεσσαλονικεῖς νά μονομαχήσουν μέ κάποιον Λυαῖο, ὁ ὁποῖος διακρινόταν γιά τήν δύναμή του, τήν ἀνδρεία του καί τό σωματικό του μέγεθος. Τότε ὁ Νέστορας βλέποντας τήν ὑπερηφάνεια τοῦ Λυαίου παρουσιάσθηκε στόν φυλακισμένο Δημήτριο καί ἀφοῦ ἐπικαλέσθηκε τό ὄνομα τοῦ Χριστοῦ ζήτησε τίς εὐχές του νά μονομαχήση μέ τόν Λυαῖο. Ὁ ἅγιος Δημήτριος, ἀφοῦ τόν σφράγισε μέ τό σημεῖο τοῦ σταυροῦ, τοῦ εἶπε ὅτι θά νικήση καί ὅτι θά μαρτυρήση γιά τόν Κύριο. Ἔτσι παρουσιάσθηκε στό στάδιο, ὅπου ὁ Μαξιμιανός θαύμασε τήν ὡραιότητα τοῦ προσώπου του. Αὐτός ἀφοῦ ἐπικαλέσθηκε δημόσια τήν βοήθεια τοῦ Θεοῦ τοῦ Δημητρίου, ὅρμησε στόν Λυαῖο καί ἀφοῦ πάλεψαν, κάποια στιγμή τόν κτύπησε στόν καρδιά μέ τό μαχαίρι του καί τόν θανάτωσε. Ὁ Μαξιμιανός ὅμως ἀγαποῦσε ἰδιαίτερα τόν Λυαῖο, ἐπειδή νικοῦσε ὅλους μέ ὅσους πάλευε, γι’ αὐτό λυπήθηκε καί θύμωσε τόσο πολύ πού διέταξε τούς στρατιῶτες του τόν μέν Δημήτριο νά τόν κατατρυπήσουν μέ τίς λόγχες τους, τόν δέ Νέστορα νά τόν θανατώσουν μέ ξίφος. Ἔτσι ἀξιώθηκαν καί οἱ δύο τόν στέφανο τοῦ μαρτυρίου.