15 Ὀκτωβρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. α’ 20-27
Κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑμᾶς. καὶ τοῦτο πεποιθώς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. θ’ 7-11
Ἤκουσε δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾿ αὐτοῦ πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ τῶν νεκρῶν, ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. καὶ εἶπεν ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΛΟΥΚΙΑΝΟΣ
Στίς 15 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας, ὁ ὁποῖος καταγόταν ἀπὸ τὰ Σαμόσατα τῆς Συρίας καὶ ἔζησε τέλος τοῦ 3ου αἰώνα καὶ ἀρχές τοῦ 4ου. Σὲ ἡλικία 12 ἐτῶν ἔμεινε ὀρφανὸς καὶ μόνος του στράφηκε στὴ χριστιανικὴ πίστη καὶ ἐπιθυμοῦσε νὰ μάθει ὅσο τὸ δυνατὸν περισσότερα. Στὴν Ἔδεσσα ποὺ μετέβη συνδέθηκε μὲ ἕναν ἔμπειρο καὶ ἐνάρετο πρεσβύτερο, ὀνόματι Μακάριο, ἀπὸ τὸν ὁποῖο ἔμαθε πολλὰ καὶ τελικὰ βαπτίσθηκε. Στὴν Ἀντιόχεια χειροτονήθηκε ἱερέας καὶ ἵδρυσε σχολή, ὅπου φοιτοῦσαν πολλοὶ μαθητὲς καταρτιζόμενοι στὴ χριστιανικὴ πίστη. Κατὰ τὸ διωγμὸ τοῦ Μαξιμίνου συνελήφθη ὁ Λουκιανὸς καὶ ὑπέφερε φρικτὰ βασανιστήρια. Παραδίδοντας τὴν τελευταία του πνοὴ ἐπαναλάμβανε τὴ φράση: «Χριστιανός εἰμι».
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Θείῳ Πνεύματι, λελαμπρυσμένος, γνῶσιν ἔνθεον, ἐταμιεύσω, καὶ τῆς πίστεως τὸν λόγον ἐτράνωσας·ὅθεν Μαρτύρων ἀλείπτης γενόμενος, Λουκιανὲ ἐν ἀθλήσει ἠρίστευσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος». Πρωτ. Δ.Δ.Τ.