Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)
Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ.
145, 2)
*******************************************************************
Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου
Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ
ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ
ΤΟΝ
ΚΑΤΑΙΣΧΥΝΟΝΤΑ
ΤΟΥΣ ΔΙΑ ΠΟΛΕΜΟΥ ΗΜΑΣ ΑΠΕΙΛΟΥΝΤΑΣ
*
*
* *
*
* *
*
*
Ἀθῆναι 2020
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ
ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ
ΤΟΝ
ΚΑΤΑΙΣΧΥΝΟΝΤΑ
ΤΟΥΣ ΔΙΑ ΠΟΛΕΜΟΥ ΗΜΑΣ ΑΠΕΙΛΟΥΝΤΑΣ
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
*********************************************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ'
ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐημερίας καὶ εἰρήνης ὁ Ἄρχων,
ὁ καταπαύων τοὺς πολέμους
καὶ πάντα
αἰσχύνων, Μόνε Κύριε, τὰ
στίφη ἐχθρῶν,
φεῦ, δι’ ἐπιθέσεως τὰ
ἡμᾶς ἀπειλοῦντα,
σίγησον τὰ τύμπανα τὰ
αὐτῶν τοῦ πολέμου
καὶ τὴν αὐτῶν ἐδάφισον
ὀφρὺν
τὴν ἐπηρμένην, Παντάναξ Εἰρήναρχε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο
πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ
τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν
ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα,
ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις
ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
" Τύμπανα
πολέμου σίγησον, Εἰρήναρχε. Χ. Μ."
ᾨδὴ α΄. Ἦχος
πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὰ τύμπανα σίγησον, Λυτρωτά,
πολέμου καὶ τάχος
πολεμίων τὴν ἀπειλὴν
ἀπέλασον, Σῶτερ, ἐκ
πατρίδος
ἡμῶν, αἰνούσης Σὸν
πάντιμον ὄνομα.
Ὑπὲρ Ὀρθοδόξων Χριστιανῶν
εἰρήνης ἀπαύστως
δυσωποῦμέν σε, Ἰησοῦ,
τῶν σθένει σεπτοῦ
ὀνόματός Σου
ἐχθρῶν τροπούντων ἀδίκων
τὰς φάλαγγας.
Μὴ παύσῃ φυλάττων, Λόγε Θεοῦ,
πιστοὺς Ὀρθοδόξους
ἐκ βαρβάρου ἐπιβουλῆς
καὶ πᾶσιν οὐράνιον
εἰρήνην
τοῖς Σοῖς οἰκέταις,
Χριστέ, ἐπιβράβευσον.
Θεοτοκίον.
Πανύμνητε Μῆτερ τοῦ Λυτρωτοῦ,
Θεοῦ Εἰρηνάρχου,
ἐκδυσώπει Αὐτὸν θερμῶς
λυτρῶσαι ἡμᾶς ἐκ
πολεμίων,
σὲ ἀκλινῶς μεγαλύνοντας,
Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπειλῆς πολεμίων
ῥῦσαι ἡμᾶς, Κύριε,
Σὲ δοξολογοῦντας ἐν
πίστει
ὥσπερ εἰρήναρχον
καὶ αἰσχυντῆρα ταχὺν
ἀφρόνων καὶ ἀσυνέτων
κυβερνώντων, ἔπαρσιν
ὧν θραῦσον σθένει σου.
Νῦν ἐχθρῶν πολεμίων
ἑσμὸν ταχὺ σύντριψον
ἐπιβούλων, Σῶτερ,
πατρίδος
τῶν δοξαζόντων Σε
τρανῶς ὡς προασπιστὴν
ἡμῶν τῆς ἐλευθερίας,
ἣν χειρὶ ὑπέγραψας
τῇ παναχράντῳ Σου.
Ἀπροσμάχητον ὅπλον
σῶν οἰκετῶν, Κύριε,
τῶν ἀπειλουμένων ἀδίκως
δι’ ἐπιθέσεως
τῶν πολεμίων, τῇ Σῇ
ἰσχύϊ σύντριψον θράσος
τὸ αὐτῶν, ἀείποτε
ἐκδυσωποῦμέν σε.
Θεοτοκίον.
Παναγία Παρθένε,
ἡ θαυμαστῶς τέξασα
Ἄρχοντα εἰρήνης τοῦ
κόσμου,
μόνον Θεάνθρωπον,
Αὐτὸν δυσώπει ἐχθρῶν
στυγνῶν σκεδάσαι μανίαν,
ἀπειλούντων δούλους σου
δι’ ἐπιθέσεως.
Εἰρήναρχε
Θεέ, διάλυσον στῖφος τῶν
πολεμίων,
ἀπειλούντων ἡμᾶς χειρὶ τῇ
παντοδυνάμῳ Σου
διὰ συντριβῆς καὶ δεινῶν
παντοίων.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε
Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ
σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου
τὸ ἄλγος.
Αἴτησις καὶ
τὸ Κάθισμα·
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστέ, ἀπειλὴν πολέμου ἀπομάκρυνον
ἐκ πάντων ἡμῶν ὀρθῶς
δοξολογούντων Σε,
ὡς Θεὸν Εἰρήναρχον,
καὶ ἑσμὸν πολεμίων
καταίσχυνον,
τῶν ἐπιβούλων, οἴμοι, τῆς
ἡμῶν
πατρίδος, ἧς πέλεις,
Σῶτερ, πρόμαχος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὁλικῶς ἀτενίζοντες
Σὴν μεγαλειότητα, Σῶτερ,
κράζομεν·
Δεξιᾷ χειρί Σου σύντριψον
πολεμοχαρεῖς ἐχθροὺς τῶν
δούλων Σου.
Λῦσον μῖσος, Εἰρήναρχε,
γείτονες νῦν ἄπιστοι ὅπερ
ἔχουσι
δι’ ἡμᾶς, τοὺς
καταφεύγοντας
ἐν δεινοῖς τῇ θείᾳ
προστασίᾳ σου.
Ἐπιβούλους ἀφάνισον
τῆς ἐλευθερίας ἡμῶν,
Εἰρήναρχε,
καὶ συντήρησον τοὺς
δούλους Σου
ἐν ἐλευθερίᾳ Σὲ
δοξάζοντας.
Θεοτοκίον.
Μητροπάρθενε Δέσποινα,
Ἄρχοντα εἰρήνης ἡ κόσμῳ
τέξασα,
ἀπειλῆς πολέμου δούλους
Σου
ἀνωτέρους τήρει,
παμμακάριστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅπλισον ἡμᾶς,
Σὲ δοξάζοντας, Εἰρήναρχε
Σῶτερ, ὅπλῳ διαρκοῦς
ὑπομονῆς
ἐν πολέμου ἀπειλῇ ἐχθρῶν,
Θεάνθρωπε.
Ὕμνων Σέ, Χριστέ,
καταστέφοντες τοῖς ἄνθεσι
δυσωποῦμέν Σε· Πολέμου
ἀπειλὴν
ἀπομάκρυνον ἐν πάντων
ὑμνηπόλων Σου.
Σῶσον εὐσεβεῖς
ἐξ ἀδίκου ἐπιθέσεως
πολεμίων ἀσεβῶν, Λόγε
Θεοῦ,
παντοδύναμε, Εἰρήναρχε
Θεάνθρωπε.
Θεοτοκίον.
Ἵλεων ἡμῖν
σὸν Εἰρήναρχον ἀπέργασαι,
Μῆτερ, Τόκον, πολυέλεον
Θεόν,
εὐλαβῶς σὲ μακαρίζουσι,
Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Γλυκύτατε Ἰησοῦ, ἐνίσχυσον
ἀπειλούμενον λαόν σου,
Παντάναξ,
διὰ πολέμου ἐχθροῦ
ἐδαφῆσαι
τὸ ἐπηρμένον καὶ ἄνομον
φρύαγμα
καὶ ἀντιστῆναι ταῖς αὐτοῦ
προσβολαῖς προστασίᾳ
ἑτοίμῃ σου.
Ἡ ἄτρωτος τῆς εἰρήνης ἔπαλξις,
Ἰησοῦ, τοὺς εὐσεβεῖς
ἀπειλοῦντας
διὰ πολέμου ἐχθροὺς τῇ
ἰσχύϊ
τῆς πανσθενοῦς δεξιᾶς Σου
καταίσχυνον
καὶ σύντριψον αὐτῶν ὀφρὺν
τῇ δυνάμει τῆς Σῆς
ἀγαθότητος.
Σκοτόμαιναν τοῦ πολέμου σκέδασον
ἀστραπαῖς εἰρηνικῆς Σου
προνοίας
πρὸς τὸν λαόν
Σου,δοξάζοντα κράτος
τὸ Σὸν ἀπαύστως,
Θεάνθρωπε Κύριε,
Ἄρχον εἰρήνης καὶ φρουρὲ
Ὀρθοδόξων πιστῶν
ἀπροσμάχητε.
Θεοτοκίον.
Ὁδήγησον, Θεοτόκε Δέσποινα,
πρὸς προόδου τοὺς οἰκέτας
σου τρίβους
καὶ ἀτραποὺς σωτηρίας,
Παρθένε,
εἰρηνικῶς συμβιῶσαι τοὺς
θέλοντας
μετὰ τῶν πολεμοχαρῶν,
φεῦ, γειτόνων αὐτῶν,
Μῆτερ ἄχραντε.
Εἰρήναρχε
Θεέ, διάλυσον στῖφος τῶν
πολεμίων,
ἀπειλούντων ἡμᾶς χειρὶ τῇ
παντοδυνάμῳ Σου
διὰ συντριβῆς καὶ δεινῶν
παντοίων.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον
ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν
τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν
παῤῥησίαν.
Αἴτησις καὶ
τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς ἀπειλοῦντας ἡμᾶς, Παντοδύναμε,
δι’ ὀλεθρίου πολέμου καταίσχυνον
καὶ τὴν εἰρήνην Σου δώρησαι ἅπασι,
τὴν πάντα νοῦν ὑπερέχουσαν, Κύριε,
τοῖς Σὲ ἀπαύστως ἐν βίῳ δοξάζουσι.
Προκείμενον. Ἦχος δ΄. Οἱ βουλόμενοι εἰρήνην
εὐφρανθήσονται.
Στίχος.
Τὴν εἰρήνην ἀγαπήσατε.
Εὐαγγέλιον· Κατὰ Μᾶρκον (Κεφ. ιγ΄ 1 - 27 ).
Τῷ καιρῷ ἐκείνῳ ἐκπορευομένου τοῦ Ἰησοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν
μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Καὶ ὁ
᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ
ἀφεθῇ ᾧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος
τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ ᾿Ιάκωβος
καὶ ᾿Ιωάννης καὶ ᾿Ανδρέας· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ
πάντα ταῦτα συντελεῖσθαι; Ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε
μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι,
καὶ πολλοὺς πλανήσουσιν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ
θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος
καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ
καὶ ταραχαί. Ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. Παραδώσουσι γὰρ ὑμᾶς
εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ
βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ
πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ
προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ,
τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ῞Αγιον. Παραδώσει
δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ
γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά
μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ρηθὲν ὑπὸ
Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖὁ ἀναγινώσκων νοείτω τότεοἱ ἐν τῇ ᾿Ιουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ὁ δὲ ἐπὶ τοῦ
δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ καὶ
ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ
ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε
δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις,
οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ
γένηται. Καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ
διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. Καὶ τότε ἐάν τις ὑμῖν
εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε· ἐγερθήσονται γὰρ
ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν,
εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς, ὑμεῖς δὲ βλέπετε· Ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα. ᾿Αλλ᾿
ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ
σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες
καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ
ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. Καὶ τότε
ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν
τεσσάρων ἀνέμων, ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα,
Τριὰς
ἡ ἐν μονάδι,
διάλυσον
τὰ στίφη
τῶν
ἡμῶν πολεμίων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις,
Ἐλεῆμον,
εἰρήνευσον
τὸν κόσμον,
Σὲ
δοξάζοντα πόθῳ.
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Στίχος.
Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Κύριε
Εἰρήναρχε,
ὁ καταπαύων πολέμους
καὶ συντρίβων τάχιστα
πολεμίων ἔπαρσιν,
δέξαι δέησιν
εὐσεβῶν δούλων σου
τῶν ἀπειλουμένων
δι’ ἀδίκου ἐπιθέσεως
ὑπὸ τοῦ γείτονος
τοῦ φρυαττομένου καὶ
ἄφρονος,
οὗ τὴν ἰσχὺν ἡ χάρις σου
ἡ πανευσθενὴς μόνη δύναται
ἐδαφίσαι, Σῶτερ,
ἡ σθένους ἐμπιμπλῶσα τὰς
ψυχὰς
τῶν δοξαζόντων Σὸν ὄνομα,
τὸ ὑπερυψούμενον.
Σῶσον, ὁ Θεός, τὸν λαόν
Σου...
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νῦν,
Εἰρήναρχε Σῶτερ,
δυσωποῦμέν Σε πίστει·
Λαοὺς εἰρήνευσον
καὶ ἀπειλὰς πολέμων
διάγραψον τῷ σπόγγῳ
τῆς ἀπείρου Σου χάριτος
ἐκ πίνακος, Λυτρωτά,
λαῶν δοκούντων ἄρχειν.
Εὐλογίας
Σου πλῦνον
ῥαντισμῷ οὐρανόθεν,
Χριστὲ Θεάνθρωπε,
τὸν βορβορώδη ῥύπον
πιστοὺς διὰ πολέμου
ἀπειλούντων καὶ ἅπαντας
ἐλαίῳ, Σῶτερ, λαοὺς
ἐπίχρισον εἰρήνης.
Ἰσχυροὺς
Σοὺς οἰκέτας,
οἴμοι, ἀπειλουμένους,
Σῶτερ Εἰρήναρχε,
διὰ πολέμου δεῖξον
καὶ ῥῦσαι κατωδύνου
ἀπειλῆς ἐπιθέσεως
ἐχθρῶν τοὺς Σὲ ἀκλινῶς,
Χριστέ, δοξολογοῦντας.
Θεοτοκίον.
Ῥῦσαι,
πάντας, Παρθένε,
τοῦ Θεοῦ Λόγου πύλη
ἡ ἀδιόδευτος,
ἡμᾶς τῆς ἐπηρείας
γειτόνων πολεμίων
καὶ βαδίσαι ἀξίωσον
ἡμᾶς ὁδὸν τὴν στενὴν
διηνεκοῦς εἰρήνης.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ἥττηνται
πάντες
οἱ πολεμοῦντες ἀδίκως
εὐσεβεῖς ἢ αὐτοὺς
ἀπειλοῦντες
Χάριτί Σου Θείᾳ,
Χριστέ, διὰ πολέμου.
Νῦν
εὐσεβέσιν
ἀμυνομένοις βοήθει
καταισχῦναι ἐχθροὺς
πολεμίους,
πανσθενεῖ χειρί Σου,
Χριστέ, τοῖς Σὲ ὑμνοῦσι.
Ἄρχον
εἰρήνης,
τοὺς ἐπιβούλους πατρίδος
τῆς ἡμῶν Ὀρθοδόξου δυνάμει
δίωξον Σῇ θείᾳ,
αἰσχύνη πολεμίων.
Θεοτοκίον.
Ῥιπὰς
ἀγάπης,
εἰρήνης καὶ ὁμονοίας
ἐκτοξεύειν ἡμᾶς, Θεοτόκε,
ἐκ βυθοῦ καρδίας
ἱκάνωσον πρὸς πάντας.
ᾨδὴ
θ΄. Κυρίως
Θεοτόκον.
Χριστὲ
εἰρηνοφόρε,
ἄνοιξον ἀγκάλας
τὰς Σὰς ἀχράντους ἡμᾶς
ὑποδέξασθαι,
τοὺς ἀπειλὰς πολεμίων
καθυπομένοντας.
Εἰρήνευσον
τὸν κόσμον
καὶ πολέμων παῦσον
δεινά, Χριστέ, τῶν πιστῶν
δοξαζόντων Σε
ὡς συντριμμὸν πολεμίων,
Θεὲ Εἰρήναρχε.
Χαρᾶς
καὶ εὐθυμίας
πλήρωσον καρδίας
ἐξ ἀπειλῶν θλιβομένας,
Θεάνθρωπε,
πολέμου, Σῶτερ, σπευδούσας
Ἁγίῳ σθένει σου.
Θεοτοκίον.
Μαχαίρᾳ,
Θεοτόκε,
σύγκοψον εὐχῶν σου
πρὸς τὸν Υἱόν σου, εἰρήνης
τὸν Ἄρχοντα,
τῶν πολεμούντων Σοὺς
δούλους ἄνομον φρύαγμα.
Ἄξιόν ἐστι.... καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ἄρχον
τῆς εἰρήνης πανευσθενές,
τῆς ἀδίκου ῥῦσαι
Σοὺς οἰκέτας ἐπιβουλῆς
καὶ τῇ Σῇ δυνάμει
πολέμους ὀλεθρίους
κατάπαυσον, οἰκτῖρμον
Σῶτερ καὶ Κύριε.
Ὁ
τοὺς πολεμίους, Λόγε Θεοῦ,
εὐσεβῶν ἁπάντων
τῇ ἀχράντῳ Σου Δεξιᾷ
τάχιστα συντρίβων,
ἡμῖν ἐλευθερίαν
καὶ εἰρηναῖον βίον
δώρησαι, Κύριε.
Ἀκοὰς
πολέμου καὶ ἀπειλάς,
Κύριε, ἀνόμων
πολεμίων καὶ ἀσεβῶν
παῦσον Σῇ ἰσχύϊ,
Εἰρήνης Ἄρχον, Σῶτερ,
ὁ εἰρηνεύων πάντας
δοξολογοῦντάς Σε.
Ὁ
τὴν Σὴν εἰρήνην ἐπὶ τῆς γῆς
ἐφαπλώσας, Σῶτερ,
καὶ συντρίψας ὀφρὺν ἐχθρῶν
πολεμίων, ξίφει
τῆς Θείας Χάριτός Σου
ἡμᾶς τῶν ἀπειλούντων
σύγκοψον φρύαγμα.
Δόξα
Σοι, Εἰρήναρχε Ἰησοῦ,
τῶν ἀπειλουμένων
ἐναργέστατε βοηθὲ
ταπεινῶν Σου δούλων,
διὰ πολέμου, Σῶτερ,
ἐχθρῶν ὑπ’ ἀσεβούντων,
πίστει κραυγάζομεν.
Ἄρματα
ἐχόντων ἐχθρῶν ἡμῶν,
τῶν διὰ πολέμου
ἀπειλούντων ἡμᾶς, Χριστέ,
σύντριψον ταχέως
καὶ εὔφρανον Σοὺς δούλους
τὸ θεῖον ὄνομά Σου
ὅπλον κατέχοντας.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ
Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον·
Ἦχος
πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀπειλῆς
πολεμίων ἡμᾶς ἐξάρπασον,
Ἄρχον εἰρήνης, Παντάναξ,
καὶ τοῦ πολέμου δεινὰ
ἀπομάκρυνον, Χριστέ, ἐκ
τῶν ἀείποτε
Σὲ δοξαζόντων εὐλαβῶς,
σκεπαστὰ τῶν εὐσεβῶν
ἐκ μήνιδος τῶν ἀπίστων,
ὁ πανσθενεῖ Δεξιᾷ Σου
φρουρῶν καὶ σκέπων τοὺς
οἰκέτας Σου.
Ἐκτενὴς
καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος
β΄. Ὅτε ἐκ
τοῦ Ξύλου.
Ῥῦσαι
πολεμίων ἀπειλῆς,
Λόγε τοῦ Θεοῦ τοῦ Ὑψίστου,
τῶν Ὀρθοδόξων λαοὺς
καὶ πολέμου τύμπανα
ταχέως σίγησον,
Ἄρχον, Σῶτερ Θεάνθρωπε,
εἰρήνης, δυνάμει
θεϊκῇ Σου, Κύριε,
ἵνα δοξάζωμεν
Σὲ ὡς καταισχύνην ἀπίστων
καὶ ἰσχὺν ἐπικαλουμένων
ὄνομα τὸ θεῖόν Σου ἐν
θλίψεσι.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων
σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην
σου.
Δίστιχον.
Παῦσον
πολέμους, εἰρήνης, Χριστέ, Ἄρχον,
σὺν
Παϊσίῳ Χαραλάμπης κραυγάζει.
Τ Ε Λ Ο Σ
Κ Α Ι Δ Ο Ξ Α
Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ
Θ Ε ῼ Η Μ Ω Ν
Ἀριθμ. Καταλ. Π. 834 / 24-8-20