ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιβ΄ 1-11
1 Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. 6 Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων. ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. 11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. α΄ 18-28
18 Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; 20 καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. καὶ ἠρώτησαν αὐτόν· τί οὖν; Ἠλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. 22 εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. 24 καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27 αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
H ΟΣΙΑ ΣΟΦΙΑ Η ΕΝ ΚΛΕΙΣΟΥΡᾼ
Στίς 6 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῆς σύγχρονης ἁγίας, τῆς Ὁσίας Σοφίας τῆς ἐν Κλεισούρᾳ. Γεννήθηκε τό 1883 σέ ἕνα χωριό κοντά στήν Τραπεζούντα τοῦ Πόντου. Τό 1907 παντρεύτηκε τόν Ἱορδάνη Χοτοκουρίδη καί ἀπέκτησαν ἕνα παιδί, τό ὁποῖο πέθανε μετά ἀπό δύο χρόνια μέ τραγικό τρόπο: τό ἅρπαξαν ἄγρια ζῶα τήν ὥρα πού θέριζαν οἱ γονεῖς του. Μετά ἀπό ἀκόμη δύο χρόνια, Τοῦρκοι ἔστειλαν τόν ἄντρα της στά τάγματα ἐργασίας. Ἀπό τότε ἡ ὁσία ἔμεινε στά βουνά καί ζοῦσε ἀσκητικά. Ὁ Ἅγιος Γεώργιος τήν προειδοποίησε γιά ἐπικείμενη ἐπίθεση τῶν Τσετῶν καί σώθηκαν οἱ συγχωριανοί της. Κατά τήν ἀνταλλαγή τῶν πληθυσμῶν καί καθώς ταξείδευε πρός τήν Ἑλλάδα, τό πλοῖο κινδύνευε σοβαρά ἀπό τήν κακοκαιρία, ἐκείνη ὅμως ἔβλεπε τήν Παναγία καί τούς Ἀγγέλους στά κύματα. Μέ τήν προσευχή της σώθηκε τό καράβι, γεγονός πού ἀναγνώρισαν καί οἱ συγχωριανοί της. Στήν Ἑλλάδα, μετά ἀπό παρότρυνση τῆς Παναγίας, πῆγε νά ἀσκητεύσει στήν ἱερά Μονή Γενεθλίου τῆς Ὑπεραγίας Θεοτόκου στήν Καστοριά. Μέ πνευματικό ὁδηγό τόν Ἱερομόναχο Γρηγόριο ἔζησε ἀσκητικά τήν ὑπόλοιπη ζωή της. Τά περισσότερα χρόνια ζοῦσε μόνη της στό ἔρημο μοναστήρι, ὑπομένοντας τόν βαρύ χειμώνα, τό χιόνι καί τήν ὑγρασία. Ἀρνιόταν νά ἀνάψει φωτιά γιά νά ζεσταθεῖ καί μέσα στό ἀχυρένιο στρῶμα της ἔβαζε μυτερές πέτρες. Τό φαγητό της ἦταν ἐξαιρετικά λιτό, λάδι ἔτρωγε τό Σαββατοκύριακο καί νήστευε μέ τό παλιό ἀλλά καί τό νέο ἡμερολόγιο. Μέ τούς ἄλλους ἦταν πολύ ἐπιεικής καί ἀπό τά χρήματα πού τῆς ἔδιναν δέν κρατοῦσε τίποτα. Ποτέ δέν στεναχώρησε κανένα καί ὅλους τούς νουθετοῦσε μέ σοφία καί ἀγάπη. Γνώριζε πολλά σκάνδαλα ἱερέων καί μοναχῶν, αλλά δέν κατηγοροῦσε ποτέ κανέναν. Ἔλεγε, σκεπάζετε γιά νά σᾶς σκεπάζει καί ὁ Θεός. Τό 1967 πού ἀρρώστησε πολύ βαριά τήν γιάτρεψε ἡ ἴδια ἡ Παναγία μέ τόν Ἀρχάγγελο Γαβριήλ καί τόν Ἅγιο Γεώργιο. Ἐκοιμήθη ἐν Κυρίῳ στίς 6 Μαΐου 1974. Ὅταν ἔγινε ἡ πρώτη ἀνακομιδή τῶν λειψάνων τής τό 1981, ἀναδιδόταν ἔντονη εὐωδία. Συμβούλευε τούς νέους νά ἀκοῦν τούς γονεῖς τους καί νά παραμένουν ἁγνοί μέχρι τήν ἡμέρα τοῦ γάμου τους, διότι ὁ Χριστός τήν ὥρα τοῦ μυστηρίου τοῦ γάμου στέλνει ἄγγελο, νά στεφανώσει τήν παρθενία. “Προσεύχεστε νά σωθεῖτε κι ἐσεῖς καί τά παιδιά σας”.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τήν ὡραιότητα.
Σοφίας γέγονας, μῆτερ ἀοίδιμε, Σοφία σέμνωμα, τῆς Θεομήτορος, ἐν τῇ Μονῇ ἀσκητικῶς, τόν βίον σου διελθοῦσα· ὅθεν καί ἀπείληφας τῶν καμάτων σου ἔπαινον κατατραυματίσασα τῶν δαιμόνων τάς φάλαγγας, καί πρέσβειρα Χριστῷ παρεστῶσα μή ἐπιλάθου τών πόθῳ τιμώντων σε.
Μεγαλυνάριον.
Σοφισθεῖσα, μῆτερ, πνευματικῶς ὅλον σου τόν βίον ἐν τελείᾳ ὕπομονῇ διῆλθες, Σοφία, καί νῦν τοῦ σοῦ Νυμφίου τό κάλλος ἐποπτεύεις ἐν ταῖς παστᾶσιν αὐτοῦ.
https://orthodoxostypos.gr/6-%ce%bc%ce%b1%ce%90%ce%bf%cf%85/