ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. η΄ 26-39
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ. 28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. 29 εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. 34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; 37 εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. 38 καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησεν εἰς τὸν Φίλιππον καὶ εἶπε· Σήκω καὶ πήγαινε πρὸς νότον, εἰς τὸν δρόμον, ποὺ κατεβαίνει ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Γάζαν. Ὁ δρόμος αὐτὸς εἶναι ἔρημος καὶ δὲν συχνάζεται ἀπὸ διαβάτας. 27 Μ’ ὅλα ταῦτα ὁ Φίλιππος ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸν δρόμον ἐκεῖνον τὸν ἔρημον, ὑπακούων εἰς τὴν διαταγὴν τοῦ Ἀγγέλου. Καὶ ἰδοὺ ἄνθρωπος Αἰθίοψ, εὐνοῦχος, ἀνώτερος ἀξιωματικὸς καὶ αὐλικὸς τῆς Κανδάκης, τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὁ ὁποῖος ἦτο διευθυντὴς καὶ διαχειριστὴς ἐφ’ ὅλου τοῦ θησαυροῦ καὶ τῶν οἰκονομικῶν αὐτῆς, καὶ ὁ ὁποῖος εἶχεν ἔλθει διὰ νὰ προσκυνήσῃ εἰς Ἱερουσαλήμ, διότι φαίνεται, ὅτι ἦτο προσήλυτος. 28 Ἐπέστρεφε δὲ τὴν στιγμὴν ἐκείνην εἰς τὴν πατρίδα του καὶ ἐκάθητο ἐπὶ τῆς ἁμάξης του καὶ ἀνεγίνωσκε μεγαλοφώνως τὸν προφήτην Ἡσαΐαν. 29 Εἶπε δὲ τὸ Ἅγιον Πνεῦμα εἰς τὸν Φίλιππον δι’ ἐσωτερικῆς νεύσεως ἐπὶ τῆς καρδίας αὐτοῦ· Πλησίασε καὶ προσκολλήσου εἰς τὴν ἅμαξαν αὐτήν. 30 Ἀφοῦ δὲ ὁ Φίλιππος ἔτρεξε πρὸς τὴν ἅμαξαν καὶ ἐπλησίασε πολὺ εἰς αὐτήν, τὸν ἤκουσε νὰ ἀναγινώσκῃ τὸν προφήτην Ἡσαΐαν καὶ εἶπεν· Ἄρά γε κατανοεῖς αὐτά, ποὺ διαβάζεις; 31 Αὐτὸς δὲ εἶπε· Δὲν τὰ κατανοῶ. Διότι πῶς θὰ ἠδυνάμην νὰ τὰ καταλάβω, ἐὰν δὲν εὑρεθῇ κάποιος νὰ μὲ ὁδηγήσῃ; Καὶ ἐπειδὴ ἀντελήφθη, ὅτι ὁ Φίλιππος ἦτο διατεθειμένος νὰ πράξῃ τοῦτο, παρεκάλεσε αὐτὸν νὰ ἀναβῇ εἰς τὴν ἅμαξαν καὶ νὰ καθήσῃ μαζί του. 32 Τὸ περιεχόμενον δὲ τοῦ χωρίου τῆς Γραφῆς, ποὺ ἀνεγίνωσκεν ὁ εὐνοῦχος, ἦτο τοῦτο: Σὰν πρόβατον ὠδηγήθη εἰς τὴν σφαγὴν καὶ σὰν ἀρνίον, ποὺ παραμένει ἄφωνον ἐμπρὸς εἰς αὐτὸν ποὺ τὸ κουρεύει, ἔτσι δὲν ἀνοίγει τὸ στόμα του. 33 Ὅταν ἔλαβε δούλου μορφὴν καὶ ὑπέβαλεν ἑαυτὸν εἰς ταπείνωσιν, τοῦ ἠρνήθησαν δικαίαν κρίσιν καὶ κατεπάτησαν τὸ δίκαιόν του. Παρὰ ταῦτα ὅμως δὲν ἐξηφανίσθη, οὔτε ἔσβησε τὸ ὄνομά του. Ποῖος ἡμπορεῖ ἐπαξίως νὰ διηγηθῇ περὶ τοῦ πλήθους καὶ τῆς ἐνδόξου εὐγενείας τῶν πνευματικῶν του ἀπογόνων; Διότι ἐσηκώθη μὲν διὰ βιαίου θανάτου ἡ ζωή του ἀπὸ τὴν γῆν, ἀνυψώθη ὅμως μετὰ τὴν Ἀνάστασίν του καὶ ὑπερανέβη τοὺς οὐρανούς. 34 Ἔλαβε δὲ τὸν λόγον ὁ εὐνοῦχος καὶ εἶπε πρὸς τὸν Φίλιππον· Σὲ παρακαλῶ, ἐξήγησέ μου περὶ ποίου προσώπου λέγει τοὺς λόγους αὐτοὺς ὁ προφήτης; Διὰ τὸν ἑαυτόν του ἢ δι’ ἄλλον τινά; 35 Ἀφοῦ δὲ ἤνοιξε τὸ στόμα του ὁ Φίλιππος καὶ ἤρχισεν ἀπὸ τὸ χωρίον τοῦτο τῆς Γραφῆς, ἐκήρυξεν εἰς αὐτὸν τὸ χαρμόσυνον μήνυμα περὶ τοῦ Ἰησοῦ ὡς Μεσσίου καὶ Λυτρωτοῦ καί, καθὼς φαίνεται ἀπὸ τὰ ἐπακολουθήσαντα, ὡμίλησεν εἰς αὐτὸν καὶ περὶ τοῦ βαπτίσματος ὡς ἀναγκαίου πρὸς σωτηρίαν. 36 Καθὼς δὲ ἐπροχώρουν εἰς τὸν δρόμον, ἔφθασαν εἰς κάποιαν πηγὴν νεροῦ καὶ τότε εἶπεν ὁ εὐνοῦχος· Νά, ἐδῶ ὑπάρχει νερό. Τί μὲ ἐμποδίζει νὰ βαπτισθῶ; 37 Εἶπε δὲ ὁ Φίλιππος· Ἐὰν πιστεύῃς μὲ ὅλην τὴν καρδίαν σου εἰς ὅσα σοῦ εἶπα περὶ τοῦ Ἰησοῦ, εἶναι δυνατὸν νὰ βαπτισθῇς. Ἀπεκρίθη δὲ ὁ εὐνοῦχος καὶ εἶπεν· Πιστεύω ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἐνανθρωπήσας Υἱὸς τοῦ Θεοῦ. 38 Καὶ ἔδωκεν ἀμέσως διαταγὴν νὰ σταθῇ ἡ ἅμαξα. Καὶ κατέβησαν τότε καὶ οἱ δύο εἰς τὴν πηγὴν τοῦ νεροῦ, καὶ ὁ Φίλιππος δηλαδὴ καὶ ὁ εὐνοῦχος. Καὶ ὁ Φίλιππος ἐβάπτισεν αὐτόν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ς΄ 40-44
40 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾿ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ
40 Ναί, θὰ τοὺς ἀναστήσω. Διότι τοῦτο εἶναι τὸ θέλημα ἐκείνου, ποὺ μὲ ἀπέστειλεν εἰς τὸν κόσμον, καθένας, ποὺ ἔχει τὰ μάτια τῆς ψυχῆς καθαρὰ καὶ βλέπει μὲ αὐτὰ τὸν Υἱὸν καὶ πιστεύει εἰς αὐτόν, νὰ ἔχῃ ἤδη ἀπὸ τὸν παρόντα βίον ζωὴν αἰώνιον. Καὶ ὠρισμένως ἐγὼ θὰ ἀναστήσω αὐτὸν ἔνδοξον κατὰ τὴν ἐσχάτην τῆς Κρίσεως ἡμέραν. 41 Ἐγόγγυζον λοιπὸν ἐναντίον του καὶ μὲ πολλὴν δυσμένειαν τὸν ἐπέκριναν οἱ Ἰουδαῖοι, διότι εἶπεν, ὅτι ἐγὼ εἶμαι ὁ ἄρτος, ποὺ κατέβηκα ἀπὸ τὸν οὐρανὸν καὶ συνεπῶς δὲν ἐγεννήθην, ὅπως γεννῶνται ὅλοι οἱ ἄλλοι ἄνθρωποι. 42 Καὶ ἔλεγαν· Δὲν εἶναι αὐτὸς ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσῆ. Δὲν εἶναι αὐτός, τοῦ ὁποίου ἡμεῖς γνωρίζομεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς λοιπὸν λέγει αὐτός, ποὺ τὸν ξεύρομεν τόσον καλά, ὅτι ἔχω καταβῇ ἀπὸ τὸν οὐρανόν; 43 Κατόπιν λοιπὸν τοῦ γογγυσμοῦ καὶ τῶν ἐπικρίσεων αὐτῶν ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν εἰς αὐτούς· Μὴ ἀγανακτῆτε καὶ μὴ μὲ ἐπικρίνετε μεταξύ σας. 44 Ὁ γογγυσμός σας αὐτὸς προέρχεται ἀπὸ τὴν ἀπιστίαν σας. Καὶ ἀπιστεῖτε, διότι ὁ Πατήρ μου σᾶς εὗρεν ἀναξίους νὰ σᾶς τραβήξῃ πρὸς ἐμέ. Κανεὶς δὲν ἠμπορεῖ νὰ ἔλθῃ πρὸς ἐμὲ μὲ πίστιν εἰς τὴν θείαν προέλευσιν καὶ ἀποστολήν μου, ἐὰν ὁ Πατήρ, ποὺ μὲ ἔστειλεν εἰς τὸν κόσμον, δὲν μεταβάλει τὸ ἐσωτερικόν του καὶ δὲν τὸν ἑλκύσῃ διὰ τῆς θείας του δυνάμεως. Καὶ ἐγώ, ὅταν οὗτος ἑλκυσθῇ πρὸς ἐμέ, θὰ φέρω εἰς πέρας τὸ ἔργον τῆς σωτηρίας του καὶ θὰ τὸν ἀναστήσω κατὰ τὴν ἐσχάτην ἡμέραν τῆς Κρίσεως.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΜΙΧΑΗΛ Ο ΟΜΟΛΟΓΗΤΗΣ
Στίς 23 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Μιχαήλ τοῦ ὁμολογητοῦ, ἐπισκόπου Συννάδων. Ὁ ὅσιος πατήρ ἡμῶν Μιχαήλ ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορος Λέοντος τοῦ Ἀρμενίου (813 – 820). Ἀφιερώθηκε ἀπό μικρή ἡλικία στόν Θεό καί καθάρισε τόν ἑαυτό του ἀπό κάθε ἁμαρτία καί ἔτσι ἀπέκτησε ὅλες τίς ἀρετές σέ τέλειο βαθμό, μάλιστα ἔγινε ἱερεύς καί ἀργότερα ἀρχιερεύς. Ἀγωνίστηκε κατά τῆς αἱρέσεως τῶν εἰκονομάχων κηρύττοντας μέ παρρησία τήν προσκύνηση τῆς θείας εἰκόνος τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό ὁ αἱρετικός αὐτοκράτορας, ἐπειδή δέν ὑπέφερε τό θεῖο κήρυγμα τοῦ ὁσίου Μιχαήλ, ὁ ὁποῖος τόν ἔλεγχε μέ θάρρος καί ἀνδρεία ὁμολογώντας ὅτι «Τήν ἄχραντον εἰκόνα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εὐσεβῶς σέβομαι καί προσκυνῶ καί τῆς θείας αὐτοῦ μητρός, τό δέ δόγμα σου πτύω καί ὡς οὐδέν λογίζομαι» τόν κατεδίκασε σέ ἐξορία, ὅπου παρά τίς ταλαιπωρίες καί τίς κακουχίες πού ὑπέστη, κράτησε ἀμόλυντο τόν ἑαυτό του ἀπό κάθε ἁμαρτία. Διωκόμενος ἀπό τόπο σέ τόπο καί ὑπομείνας πολλές θλίψεις παρέδωσε τό πνεῦμα του στόν Κύριο κοσμούμενος μέ τόν στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον (Ἦχος δ΄. Ταχύ προκατάλαβε)
Θεῷ ἀναθεμένος, τὴν σὴν ζωὴν ἐκ παιδός, ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, Χριστοῦ ἱερώτατε· ὅθεν τὴν τοῦ Δεσπότου, ὡς τιμήσας Εἰκόνα, θλίψεις ἐν ἐξορίαις, Μιχαὴλ καθυπέστης· καὶ νῦν ἀναπηγάζεις ἡμῖν, ῥεῖθρα ἰάσεων.
Μεγαλυνάριον
Κλῆσιν ἀγγελώνυμον ἐσχηκώς, ἰσάγγελος ὤφθης, ἐν τῷ κόσμῳ μετὰ σαρκός, ὡς ἱερομύστης, καὶ στῦλος Ἐκκλησίας· ἔνθεν ὦ Μιχαήλ σε, Χριστὸς ἐδόξασε.