Παρασκευή 7 Οκτωβρίου 2022

ΟΣΙΑ ΤΑΪΣΙΑ

 8 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ιδ΄ 20-25

20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. 21 ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ε΄ 27-32

27 Καὶ μετὰ ταῦτα ἐξῆλθε καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι. 28 καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ. 29 καὶ ἐποίησε δοχὴν μεγάλην Λευΐς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι. 30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΑ ΤΑΪΣΙΑ

    Στίς 8 κτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς ὁσίας Ταϊσίας, τῆς πρότερον πόρνης. Ἀπό πολύ μικρή ἠλικία παρακινήθηκε ἀπό τήν μητέρα της καί ζοῦσε ἄσωτη ζωή. Διδάχθηκε ὅμως ἀπό τόν ὅσιο Παφνούτιο τόν Σινδώνιο ὅτι ὑπάρχει μετάνοια καί ὅτι ὁ Κύριος συγχωρεῖ τίς ἀνθρώπινες ἁμαρτίες. Μοίρασε ὅλα τά ὑπάρχοντά της, γύρω στίς τετρακόσιες λίτρε χρυσοῦ, στούς φτωχούς. Κατόπιν κλείστηκε σέ ἕνα κελλί καί στενάζοντας ἀπό τήν καρδιά της, ἔλεγε “Ὁ πλάσας με, ἐλέησόν με”. Μετά ἀπό τρία χρόνια, μέ ἐντολή τοῦ προεστῶτος, βγῆκε ἀπό τό κελλί της καί ἐκοιμήθη μετά ἀπό δεκαπέντε ἡμέρες.

Ἀπολυτίκιον.

(Ἦχος α’. Τῆς ἐρήμου πολίτης.)

   Ἀσελγείαις τὸ πρῶτον τὴν ψυχήν σου σπιλώσασα, εἶτα ὡς χιὼν Ταϊσία, ἐλευκάνθης τοῖς δάκρυσιν· ὁ θεῖος Σεραπίων σοὶ ὁδὸν, ὑπέδειξε καλῆς ἐπιστροφῆς, καὶ κλεισθεῖσα ἐν κελλίῳ χρόνοις τρισί, τὴν ἄσκησιν ἐτέλεσας· χαίροις Ἀλεξανδρείας ἡ τιμή· χαίροις Ἀγγέλων σύσκηνε· χαίροις ἐν μετανοίᾳ τοῦ Θεοῦ, τὸ ἔλεος κερδίσασα.

Μεγαλυνάριον

   Χαίροις μετανοίας ὑπογραμμός· χαίροις ἐγκρατείας, καὶ ἀσκήσεως ὁδηγός· χαίροις Ταϊσία, τὸν ῥύπον σῆς πορνείας, δακρύων σου τοῖς ῥείθροις, ἡ ἀποπλύνασα.