ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. α’ 20-27
20 Κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21 Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. 22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. 23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον· 24 τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑμᾶς. 25 καὶ τοῦτο πεποιθώς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. 27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. θ’ 49-56
49 Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. 50 καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· 56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΑΤΡΩΝΑ Η ΧΙΟΠΟΛΙΤΙΣ
Στίς 20 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ὁσίας μητρός ἡμῶν Ματρώνης τῆς Χιοπολίτιδος. Γεννήθηκε στήν Βολισσό τῆς Χίου καί οἱ γονεῖς ὀνομάζονταν Λέων καί Ἄννα. Ἀπό νεαρά ἠλικία ἀγάπησε τόν Θεό καί καταφρόνησε κάθε τι κοσμικό. Ἕφυγε ἀπό τό σπίτι καί τόν τόπο της, ἀφοῦ μοίρασε ἕνα μέρος τῆς περιουσίας της σέ ἐμπερίστατους ἀδελφούς καί μέ τό ὑπόλοιπο ἔκτισε περικαλλέστατο ναό, ἀφιερωμένο στόν Σωτήρα Χριστό. Στά θεμέλια τοῦ ναοῦ βρέθηκε μεγάλος θησαυρός γιά δύο πιθανόν αἰτίες: εἴτε κατ’ ἐνέργεια τοῦ διαβόλου εἴτε κατά θεϊκή ἐνέργεια, γιά νά φανερωθεῖ δηλαδή σέ ὅλους ἡ περιφρόνηση καί ἡ ἀπέχθεια τῆς ἁγίας πρός τά πλούτη. Προσευχήθηκε λοιπόν καί παρακάλεσε τόν Θεό νά ἀφανισθεῖ ὁ θησαυρός· πράγματι ὁ Θεός εἰσάκουσε τήν προσευχή της καί ὁ χρυσός μετατράπηκε σέ κάρβουνα. Ἀπό τήν πολλή ἄσκηση τό σῶμα τῆς ἁγίας ἐξηράθη τόσο, ὥστε φαινόταν σάν ἄσαρκη. Ἡ ἐργασία της ἦταν προσευχή καί ψαλμωδία, εἶχε δέ τό χάρισμα τῶν δακρύων καί ἀξιώθηκε νά ἐπιτελεῖ θαύματα στό ὄνομα τοῦ Κυρίου. Κάποτε ἤρθαν στή Χίο βάρβαροι, ἕνας ἐκ τῶν ὁποίων πῆγε στό μοναστῆρι τῆς ἁγίας Ματρώνας καί προσπάθησε νά κακοποιήσει μία καλόγρια, ἀμέσως ὅμως ἔπεσε νεκρός. Ἡ ἁγία τόν σπλαχνίσθηκε καί ἀφοῦ ἐπιτήμησε τήν πράξη του, τόν ἀνέστησε λέγοντάς του νά σταματήσει τά ἀνόσια ἔργα του καί νά μετανοήσει. Πράγματι ὁ πρώην νεκρός μετενόησε μαζί μέ τούς συντρόφους του. Ἡ ὁσία κοιμήθηκε εἰρηνικά, ἀφήνοντας τό ἅγιο λείψανό της γιά παρηγοριά καί εὐλογία στούς πιστούς χριστιανούς. Τά θαύματα πού ἐπιτελοῦνται μέχρι σήμερα εἶναι ἀναρίθμητα.
Ἀπολυτίκιον
(Ἦχος γ’. Τήν ὠραιότητα.)
Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καί
ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τήν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος,
δωρεαῖς κατεφαίδρυνας, τήν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε, διό
χαρμονικῶς ἐκβοᾶ σοι· χαίροις Ματρῶνα πανολβία.
Μεγαλυνάριον
Ἔβλυσας ἱδρῶτας ἀσκητικούς, ἐν τῇ Χίῳ Μῆτερ, ὡς καλλίκρουνος τις πηγή, ἐξ ὧν ἀπαντλοῦντες, Ματρῶνα μακαρία, παθῶν τῶν ψυχοφθόρων ἐκκαθαρώμεθα.