ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. α΄ 1-3, 20 – β΄ 5
1 Παῦλος, ἀπόστολος οὐκ ἀπ᾿ ἀνθρώπων, οὐδὲ δι᾿ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
20 ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι. 21 ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, 24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸ Θεόν.
β΄ 1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ᾿ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3 ἀλλ᾿ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι, 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται· 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ε΄ 1-20
1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν. 2 καὶ ἐξελθόντας αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι· 5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6 ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν, 7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. 8 ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 9 καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας. 11 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει· 12 καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν. 16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾿ αὐτοῦ ᾖ. 19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε. 20 καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΒΗΣΣΑΡΙΩΝ ΕΠΙΣΚΟΠΟΣ ΛΑΡΙΣΗΣ
Στίς 15 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Βησσαρίωνος, ἐπισκόπου Λαρίσης. Γεννήθηκε τό 1550 καί καταγόταν ἀπό ἕνα χωριό ὀνόματι μεγάλες Πύλες, στά ὅρια Μακεδονίας καί Θεσσαλίας. Σέ ἠλικία δέκα ἐτῶν ἐπεθύμησε τήν μοναχική ζωή καί πῆγε στόν Μητροπολίτη Λαρίσης Μάρκο, γιά νά μαθητεύσει κοντά του. Μετά ἀπό μεγάλο διάστημα χειροτονήθηκε διάκονος, ἱερέας καί τέλος ἐπίσκοπος Δομένικου καί Ἐλλασῶνος. Τό ποίμνιό του ὅμως λόγῳ τοῦ ἐγωϊσμοῦ καί τῆς ἀμαθείας του δέν τόν δέχθηκε καί στή θέση τοῦ ἁγίου ἔγινε ἐπίσκοπος κάποιος ὀνόματι Νεόφυτος, ὁ ὁποῖος μετά θάνατον βρέθηκε ἄλυτος. Ὁ μακάριος Βησσαρίων δέν ἐνοχλήθηκε ἀπό τήν καταφρόνηση πού τοῦ ἔδειξαν, ἀλλά τήν χρησιμοποίησε ὡς ἀφορμή ἡσυχίας. Παρέμεινε κοντά στόν πνευματικό του πατέρα καί διακονοῦσε ὑλικά καί πνευματικά τούς πιστούς τῆς ἐκκλησίας Λαρίσης.
Μετά ἀπό τέσσερα χρόνια χήρευσε ἡ μητρόπολη Σταγῶν καί τό ποίμνιό της ζήτησε τόν ἅγιο νά τήν ποιμάνει. Πράγματι ὁ μακάριος Βησσαρίων πῆγε καί παρέμεινε ἕξι ἔτη στόν τόπο ἐκεῖνο, ὑπέμεινε δέ πολλές ταλαιπωρίες καί ἐξορίες ἀπό κάποιον Δομέτιο. Κατόπιν ἐκοιμήθη ὁ Μάρκος Λαρίσης καί μετά ἀπό ἀπαίτηση κλήρου καί λαοῦ, ἔγινε ἐπίσκοπος ὁ ἅγιος Βησσαρίων. Ἡ προσφορά του στόν λαό τῆς περιοχῆς του εἶναι δύσκολο νά περιγραφεῖ. Ἀπελευθέρωσε σκλαβωμένους Ἕλληνες, βοηθοῦσε τούς φτωχούς, ἔχτισε γέφυρες καί μάλιστα μία γέφυρα στόν Ἀχελῶο, σέ μέρος πού κανείς νωρίτερα δέν τό εἶχε καταφέρει, λόγῳ τῶν ὁρμητικῶν νερῶν τοῦ ποταμοῦ. Συνέστησε περικαλλές μοναστῆρι τοῦ Σωτῆρος, μέ τήν βοήθεια τοῦ ἀδελφοῦ του, ἐπισκόπου Καππούης καί Φαναρίου. Ἐκοιμήθη εἰρηνικά, ἡ δέ ἁγία του κάρα εἶναι πολύ θαυματουργή, ἰδιαιτέρως δέ διώχνει τήν πανώλη.
Ἀπολυτίκιον
(Ἦχος δ΄. Κανόνα πίστεως.)
Τῆς Πύλης τό βλάστημα, τῆς Θεσσαλίας φωστήρ, τῆς Τρίκκης τό σέμνωμα καί τῶν θαυμάτων πηγή, ἐδείχθης τρισόλβιε. Πᾶσαν δοκιμασίαν ἐν Χριστῷ ὑπομείνας, δόξῃ ἠγλαϊσμένος σύν ἀγγέλοις ἀγάλλῃ. Ἅγιε Βησσαρίων πανάριστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.