Παρασκευή 26 Αυγούστου 2022

Ο ΑΓΙΟΣ ΛΙΒΕΡΙΟΣ

27 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. α΄ 3-9

3 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, 7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 9 πιστὸς ὁ Θεὸς δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιθ΄ 3-12

3 Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; 4 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν, 5 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; 6 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σάρξ μία. ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 7 λέγουσιν αὐτῷ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν; 8 λέγει αὐτοῖς· ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. 9 λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολυμένην γαμήσας μοιχᾶται. 10 λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται· 12 εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω. καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΛΙΒΕΡΙΟΣ

   Στὶς 27 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου πατρός ἡμῶν καί ὀμολογητοῦ Λιβερίου, πάπα Ρώμης. Ἔζησε κατά τούς χρόνους τοῦ βασιλέως Κωνσταντίνου, υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου (337), μέ τήν συμβολή τοῦ ὁποίου ἔγιναν πατριάρχες οἱ ἅγιοι Ἀθανάσιος Ἀλεξανδρείας καί Παῦλος Κωνσταντινουπόλεως. Ὅταν πέθανε ὁ βασιλιάς Κώνστας, πῆρε τήν θέση του ὁ ἀδελφός του Κωνστάντιος, ὁ ὁποῖος ἐξ ἀπάτης προσεχώρησε στήν αἵρεση τοῦ Ἀρείου· ἔστειλε κι ἔφεραν τόν ἅγιο Λιβέριο στήν Βασιλεύουσα καί προσπαθοῦσε νά τόν πείσει νά συμφωνήσει στήν καθαίρεση τοῦ ἁγίου Ἀθανασίου. Ὁ ἅγιος ὅμως δέν πειθόταν γι’ αὐτό ἐξορίστηκε στήν Θράκη. Ὅταν πῆγε ὁ Κωνστάντιος στήν Ρώμη πιέσθηκε ἀπό ὅλους νά ἐπαναφέρει τόν ἅγιο Λιβέριο στή θέση του. Πράγματι ὁ βασιλιάς πείσθηκε, ὁ ἅγιος ἔλαβε πάλι τόν θρόνο του καί ἀφοῦ ποίμανε θεαρέστως τούς πιστούς ἐπί πολλά ἔτη, ἐκοιμήθη εἰρηνικά.