Δευτέρα 29 Αυγούστου 2022

Ο ΑΓΙΟΣ ΑΛΕΞΑΝΔΡΟΣ

30 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ε΄ 15-21

   15 Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. 16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. 18 τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 19 ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. 20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· 21 τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. α΄ 16-22

   16 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ τοῦ Σίμωνος, βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ εὐθέως ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκε. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΛΕΞΑΝΔΡΟΣ

    Ὁ Ἅγιος Ἀλέξανδρος ἦταν πολύ ἐνάρετος, γι’ αὐτό ἔγινε πρωτοπρεσβύτερος τοῦ ἁγίου Μητροφάνη, πατριάρχου Κωνσταντινουπόλεως. Ἦταν παρών στήν πρώτη Οἰκουμενική Σύνοδο, στή θέση τοῦ ἁγίου Μητροφάνη, ὁ ὁποῖος λόγῳ ἠλικίας δέν μπόρεσε νά μεταβεῖ στήν Νίκαια. Ἔλεγξε μέ σφοδρότητα τόν Ἄρειο καί ὑπερασπίστηκε τά ὀρθόδοξα δόγματα. Ἀφοῦ τελείωσε ἡ Σύνοδος, ὁ Μέγας Κωνσταντῖνος ζήτησε ἀπό τούς Πατέρες νά εὐλογήσουν τήν νεόκτιστη Κωνσταντινούπολη. Τότε ἄγγελος Κυρίου φάνηκε στόν ἅγιο Μητροφάνη καί τόν πληροφόρησε, ὅτι σέ δέκα ἡμέρες ἐπρόκειτο νά ἀναχωρήσει ἀπό αὐτήν τή ζωή καί ὅτι θά τόν διαδεχθεῖ ὁ ἅγιος Ἀλέξανδρος. Μετά τόν θάνατο τοῦ μεγάλου Κωνσταντίνου τόν διαδέχθηκε ὁ ἀρειανόφρονας γυιός του, ὁ ὁποῖος πίεζε τόν ἅγιο νά δεχθεῖ καί νά συγκοινωνήσει μέ τόν Ἄρειο. Ὁ ἅγιος ὅμως παρέμεινε σταθερός στά ὀρθόδοξα δόγματα καί ἀφοῦ ἐποίμανε θεοφιλῶς τήν Ἐκκλησία ἐπί εἰκοσιτρία ἔτη, ἐξεδήμησε πρός Κύριον.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Τήν ὠραιότητα.)

   Μύσται οὐράνιοι ἀποδεικνύμενοι, θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως, ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος, Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος, καὶ Παῦλε Ἱερέων ἀκρότης, ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.

Μεγαλυνάριον

   Χαίροις τῶν Πατέρων τριάς σεπτή, Ἀλέξανδρε μάκαρ, σύν τῷ Παύλῳ τῷ εὐκλεεῖ, καί τῷ Ἰωάννῃ, ἡ τρίφωτος λυχνία, ἡ πᾶσαν Ἐκκλησίαν καταπυρσεὐουσα.