Τετάρτη 6 Ιουλίου 2022

Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΚΥΡΙΑΚΗ

 7 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ια΄ 13-24

13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. ἐφ᾿ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. 17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς ποιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿ ἡ ῥίζα σέ. 19 ἐρεῖς οὖν· ἐξεκλάσθησαν οἱ κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. 20 καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· 21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται. 22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23 καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γὰρ ὁ Θεός ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς, 24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ια΄ 27-30

27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΚΥΡΙΑΚΗ

    Στίς 7 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Κυριακῆς. Ἡ ἁγία Κυριακή ἔζησε στούς χρόνους τοῦ Διοκλητιανοῦ. Οἱ γονεῖς της, Δωρόθεος καί Εὐσέβεια, ἐπειδή ἦσαν ἄτεκνοι παρακαλοῦσαν τόν Θεό νά τοὺς χαρίση παιδί, τό ὁποῖο θά τοῦ τό ἀφιέρωναν. Καί ὁ Θεός ἄκουσε τίς προσευχές τους καί τούς χάρισε ἕνα κορίτσι, τό ὁποῖο ὀνόμασαν Κυριακή, διότι ἦταν Κυριακή ἡ ἡμέρα πού γεννήθηκε. Τήν ἀνέθρεψαν μέ νουθεσία Κυρίου, ἀφοῦ ἐπρόκειτο νά τήν ἀφιερώσουν στόν Θεό. Ὅταν ὁ Διοκλητιανός ξεκίνησε τόν διωγμό κατά τῶν χριστιανῶν τούς μέν γονεῖς της ἔστειλαν στόν Δοῦκα Ἰοῦστο, στήν μικρά Ἀρμενία, γιά νά τούς ἀνακρίνη, τήν δέ ἁγία στήν Νικομήδεια, στόν Καίσαρα Μαξιμιανό. Αὐτός ἐπειδή δέν μπόρεσε νά τήν μεταπείση, παρά τούς βασανισμούς πού τήν ὑπέβαλε, τήν ἔστειλε στόν ἄρχοντα Ἱλαριανό στήν Βιθυνία, ὁ ὁποῖος, ἀφοῦ τήν ἀνέκρινε, τήν ὁδήγησε σέ ἕνα εἰδωλολατρικό ναό. Ἐκεῖ μετὰ τὴν προσευχὴ τῆς Ἁγίας Κυριακῆς ἔγινε μεγάλος σεισμός, πού κατέστρεψε τά εἴδωλα. Κατόπιν ἔπεσε μία ἀστραπή καί κατέκαψε τό πρόσωπο τοῦ ἄρχοντα, ὁ ὁποῖος σκοτώθηκε κρημνιζόμενος ἀπό τόν θρόνο του. Ἔπειτα ἔρριξαν τήν ἁγία σέ μία τεράστια φωτία, χάριτι Θεοῦ ὅμως, μολονότι ὁ οὐρανός ἦταν καθαρός ἐμφανίσθηκε ἕνα σύννεφο πού ἔφερε βροχή καί ἔτσι ἔμεινε ἡ ἁγία ἀβλαβής. Μετά τήν ἔρριξαν μέσα σέ θηρία, τά ὁποῖα ὡς ἄκακα ἀρνία στριφογύριζαν γύρω ἀπό τά πόδια της· βλέποντας οἱ εἰδωλολάτρες τότε τό γεγονός πίστεψαν στόν Χριστό. Τέλος, ἀφοῦ τήν φυλάκισαν, τήν ὁδήγησαν σέ ἀποκεφαλισμό καί ἔτσι ἡ ἁγία Κυριακή, ἀφοῦ προσευχήθηκε καί νουθέτησε τούς παρευρισκόμενους χριστιανούς, ξάπλωσε στήν γῆ καί παρέδωσε τό πνεῦμα της στόν Κύριο. Βλέποντες οἱ δήμιοι τά μεγαλεῖα τοῦ Θεοῦ τῶν χριστιανῶν τόν ἐδόξασαν καί κήρυξαν τήν παντοδυναμία του.

 

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)

Ὡς βρύσις πολύκρουνος παρθενομάρτυς Χριστοῦ, κατήρδευσας πάνσοφε τήν Ἐκκλησίαν αὐτοῦ, καί ἤθλησας ἄριστα. ἔσωσας τούς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλῃ τῶν σῶν θαυμάτων, Κυριακή ἀθλοφόρε, διό ἐν παρρησίᾳ Χριστῷ πρέσβευε σωθῆναι ἡμᾶς.

Μεγαλυνάριον

Κύριον ποθοῦσα Κυριακή, τόν ὡραῖον κάλλει, παρά πάντας τούς γηγενεῖς, τούτῳ ἐνυμφεύθης, ἀθλητικοῖς ἀγῶσιν, ὡς Μάρτυς ἀθληφόρος ἡ καλλιπάρθενος.