ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Τιμ. δ΄ 9-15
9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· 10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. 11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιβ΄ 1-8
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. 3 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὕς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν; 5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι καὶ ἀναίτιοί εἰσι; 6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8 κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ Ο ΜΥΡΟΒΛΗΤΗΣ
Στίς 8 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου καί θεοφόρου Πατρός ἡμῶν Θεοφίλου τοῦ Μυροβλύτου. Ὁ ὅσιος Θεόφιλος καταγόταν ἀπό τήν Ζίχνη τῆς Μακεδονίας καί γεννήθηκε τό 1460 ἀπό γονεῖς εὐσεβεῖς. Ὑπῆρξε ἀπό νεότητός του φρόνιμος καί ἀγαποῦσε τήν μελέτη καί ἰδιαίτερα ἐκείνη τῆς Ἁγίας Γραφῆς. Σέ νεαρά ἡλικία ἀπαρνήθηκε τήν κοσμική ματαιότητα καί ἔγινε μοναχός, κατόπιν ἱερέας καί συγκατοίκησε μέ τόν εὐλαβῆ ἀρχιερέα Ἀκάκιο, ἐπίσκοπο Ρενδίνης, μέ τόν ὁποῖο ταξίδεψε στήν πόλη τῆς Ἀλεξάνδρειας, στό θεοβάδιστο ὄρος Σινᾶ, στήν πόλη τῆς Ἱερουσαλήμ, στήν Ἀντιόχεια καί ὅταν ἐπέστρεψαν πάλι στήν Ἱερουσαλήμ ὁ ἐπίσκοπος Ἀκάκιος κοιμήθηκε καί ἔτσι ὁ ὅσιος γύρισε στήν Κωνσταντινούπολη. Ἐκεῖ παρέμεινε ἀρκετό καιρό. Λόγῳ τῆς μόρφωσής του διορίσθηκε Νοτάριος καί Ἔξαρχος τῆς Πατριαρχείου, ἀγαπώμενος καί τιμώμενος ἀπό ὅλους. Κατόπιν πῆγε στόν Ἄθωνα, ὅπου παρέμεινε σέ διάφορες Μονές συνάζοντας τίς κατά Θεόν ἀρετές. Ἔτσι, ὁ ὅσιος Θεόφιλος ἔγινε περίφημος καί ὀνομαστός σέ ὅλο τό Ὄρος τόσο γιά τίς πρακτικές ἀρετές του ὅσο καί γιά τό χάρισμα τῆς διδασκαλίας πού τόν διέκρινε ἀλλά καί γιά τήν ἄριστη καλλιγραφία του καί μάλιστα ὁ τότε Πατριάρχης Κωνσταντινουπόλεως ἐπιχείρησε νά τόν κάνη ἐπίσκοπο Θεσσαλονίκης, ὁ ὅσιος ὅμως προτίμησε τήν ἡσυχία καί τήν ἄσκηση παραμένοντας στόν Ἄθωνα. Ποθώντας τήν τελεία ζωή κατοίκησε σέ ἕνα κελλί στά ὅρια τῆς Μονῆς Παντοκράτορος, τοῦ Ἁγίου Βασιλείου καί ἐπιδόθηκε σέ μεγαλύτερους ἀγῶνες καί ἰδιαίτερα στήν νοερά προσευχή. Ἀφοῦ ἔγινε πλήρης ἡμερῶν καί προγνωρίζοντας τήν κοίμησή του κοιμήθηκε ἐν Κυρίῳ, τό δέ λείψανό του θείᾳ χάριτι ἀναβρύει εὐωδέστατο μύρο.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)
Ὡς τοῦ Σωτῆρος γνησιώτατον φίλον, καὶ τῶν ἐν Ἄθῳ εὐωδέστατον κρῖνον, καὶ νοητὸν ἀλάβαστρον ὁσίων ἀρετῶν, ἱεροῖς ἐν ἄσμασιν, εὐφημοῦμεν σὲ Πάτερ, εἰς ὀσμὴν τῶν μύρων σου, εὐλαβῶς συνδραμόντες, δι’ ὧν εὐφραίνει πάντοτε ἠμᾶς, τοὺς σὲ τιμῶντας, Θεόφιλε Ὅσιε.
Μεγαλυνάριον
Πλήρης μυριπνόου πέλων ὀσμῆς, Μυροβλῦτα Πάτερ, ὦ Θεόφιλε ἱερέ, λύτρωσαί με πάσης, γηΐνης δυσωδίας, καὶ ἀκαθάρτων ῥῦσαι, παθῶν με δέομαι.