Κυριακή 12 Ιουνίου 2022

Ο ΟΣΙΟΣ ΠΕΤΡΟΣ Ο ΑΘΩΝΙΤΗΣ

12 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. β΄ 1-11

   1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. 2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· 3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, 4 καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. 5 Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· 6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.

 7 ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, 11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ζ΄ 37-52, η΄ 12

   37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυΐδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; 43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. 45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· 51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.

   η΄ 12 Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΠΕΤΡΟΣ Ο ΑΘΩΝΙΤΗΣ

   Στίς 12 Ἰουνίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν τοῦ ἐν τῷ Ἁγίῳ Ὄρει Ἄθῳ ἀσκήσαντος. Πατρίδα του ἦταν ἡ Κωνσταντινούπολη καί οἱ γονεῖς του ἦταν εὐγενεῖς καί εὐλαβεῖς. Τόν παρεῖχαν ὅλη τήν θεία καί ἀνθρώπινη σοφία, ἔλαβε δέ καί βασιλικό ἀξίωμα. Ὁ βασιλιάς τῶν Ρωμαίων τόν τοποθέτησε πρῶτο στά στρατιωτικά τάγματα πού πολέμησαν τούς Ἀγαρηνούς. Ὁ Πέτρος ὅμως κατά παραχώρηση ἠττήθηκε, αἰχμαλωτίσθηκε καί φυλακίσθηκε. Στήν φυλακή προσευχόταν θερμῶς καί παρακαλοῦσε τόν Ἅγιο Νικόλαο νά τόν ἐλευθερώση· ὑποσχέθηκε δέ ὅτι ἐάν ἐλευθερωνόταν, θά γινόταν μοναχός. Πράγματι ὁ Ἅγιος Νικόλαος ἄκουσε τίς προσευχές τοῦ εὐλαβοῦς Πέτρου καί μαζί μέ τόν Ἅγιο Συμεών τόν Θεοδόχο, ὄχι μόνο ἔλυσαν τά δεσμά του, ἀλλά καί τόν ὁδήγησαν στήν παλαιά Ρώμη. Ἐκάρη μοναχός ὅπως εἶχε ὑποσχεθεῖ, μπῆκε σέ πλοῖο καί κατά θεία ἀποκάλυψη ἔφθασε στήν χερσόνησο τοῦ Ἄθωνα. Στήν περιοχή πού ἀποβιβάσθηκε δέν ὑπῆρχαν καθόλου μοναχοί, βρῆκε ἕνα σπάλαιο καί τρεφόταν μέ ἄγρια χόρτα. Τά ροῦχα του ἐφθάρησαν ἐντελῶς ἀπό τήν πολυκαιρία, ἔμεινε γυμνός καί σκεπαζόταν μέ φύλλα. Ὑπέμεινε μέ γενναιότητα τίς ἐπιθέσεις τῶν δαιμόνων, ἔβλεπε θεῖες ὁπτασίες καί τρεφόταν μέ οὐράνια τροφή. Ἀσκήθηκε μέ αὐτόν τόν τρόπο ἐπί πενῆντα τρία χρόνια καί ἐξεδήμησε πρός τόν Κύριο. Τά πνευματικά του κατορθώματα καί ἡ ὁσία του βιοτή φανερώθηκαν σέ ἕνα κυνηγό.

 

Ἀπολυτίκιον
(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)

  Τῶν Ἀγγέλων τόν βίον ἐν σαρκί μιμησάμενοι, ὤφθητε ἐρήμου πολῖται, καί χαρίτων κειμήλια, Ὀνούφριε Αἰγύπτου καλλονή, καί Πέτρε τῶν ἐν Ἄθῳ ὁ φωστήρ· διά τοῦτο τούς ἀγῶνας ὑμῶν ἀεί, τιμῶμεν ἀναμέλποντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾽ ὑμῶν, πᾶσιν ἰάματα.

Μεγαλυνάριον

  Χαίροις τῆς Αἰγύπτου θεῖος πυρσός, Ὀνούφριε πάτερ, νομοστάθμη ἡσυχαστῶν. Χαίροις τῶν ἐν Ἄθῳ, ἀκρότης μάκαρ Πέτρε, Τριάδος τῆς Ἁγίας ἐνδιαιτήματα.