ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιζ΄ 19-28
19 Ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. 22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.
24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 26 ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασι· τοῦ γὰρ καὶ γένος ἐσμέν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ιβ΄ 19-36
19 Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ· 23 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. 27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. 34 ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. 36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΦΙΛΟΘΕΟΣ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΤΟΜΠΟΛΣΚ
Στίς 31 Μαΐου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἁγίου Φιλοθέου, Μητροπολίτου Τομπόλσκ. Ὁ ἅγιος Φιλόθεος γεννήθηκε τό 1650 καί καταγόταν ἀπό εὐγενῆ οἰκογένεια τῆς Οὐκρανίας. Ἀφοῦ τελείωσε τήν θεολογική σχολή τοῦ Κιέβου, νυμφεύθηκε καί χειροτονήθηκε ἱερέας. Ἐπειδή ὅμως κοιμήθηκε ἡ πρεσβυτέρα, ὁ ἅγιος Φιλόθεος ἄφησε τόν κόσμο καί πῆγε στήν μονή τῶν Σπηλαίων τοῦ Κιέβου, ὅπου ἐκάρη μοναχός καί ἐπιδόθηκε σέ μεγάλους πνευματικούς ἀγῶνες μέ ὅπλα τήν ἀγρυπνία, τήν προσευχή καί τήν νηστεία. Ἀφοῦ διετέλεσε γιά δύο χρόνια ἡγούμενος τῆς Μονῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου τοῦ Ζβέν, στήν ἐπαρχία Ὀρλώφ, χειροτονήθηκε ἐπίσκοπος στήν ἐπαρχία Σιβηρίας καί Τομπόλσκ, ὅπου ὁ μακάριος Φιλόθεος ἐπιδόθηκε στήν διάδοση τοῦ λόγου τοῦ Εὐαγγελίου στούς εἰδωλολατρικούς λαούς τῆς περιοχῆς τῆς Σιβηρίας. Μέσα σέ εἴκοσι πέντε χρόνια περιόδευσε καί διέδωσε τόν λόγο τοῦ Θεοῦ στήν Σιβηρία, στήν Καμτσάκα, τήν Μογγολία καί τήν βόρειο Κίνα. Προσέλκυσε μεγάλο ἀριθμό ἀνθρώπων στήν πίστη ἀπό τήν πλάνη τῶν εἰδώλων, παρά τίς δοκιμασίες καί τίς ἐπιθέσεις πού δέχθηκε. Ἔκτισε πολλούς ναούς καί πολλαπλασίασε τίς ἐνορίες τῆς ἀχανοῦς αὐτῆς περιοχῆς. Ἰδιαίτερα ἀσχολήθηκε μέ τήν μόρφωση τῶν παιδιῶν τῶν ἰθαγενῶν, γιά αὐτό ἵδρυσε πολλές ἐκκλησιαστικές σχολές, τίς ὁποῖες ἐπάνδρωσε μέ μορφωμένους μοναχούς ἀπό τό Κίεβο. Ὅταν τό 1709 ἀσθένησε, ἀφοῦ ἔλαβε τό μεγάλο σχῆμα καί μετονομάσθηκε Θεόδωρος, παραιτήθηκε ἀπό τήν ἐπισκοπή καί ἐπιδόθηκε σέ νέους ἱεραποστολικούς ἀγῶνες. Μετά τήν κοίμηση ὅμως τοῦ νέου ἐπισκόπου Τομπόλσκ ἐπανεξελέγη ἐπίσκοπος τῆς Σιβηρίας μέχρι τό 1720, ὁπότε καί παραιτήθηκε. Κατόπιν ἐπέστρψε στό μοναστήρι καί στό ἱεραποστολικό του ἔργο, μέχρι τό 1727, χρονιά κατά τήν ὁποία ὁ ἅγιος Φιλόθεος κοιμήθηκε ἐν εἰρήνῃ καί μετατέθηκε στήν ἄνω Ἱερουσαλήμ.