Παρασκευή 13 Μαΐου 2022

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΓΛΥΚΕΡΙΑ

 13 Μαΐου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. η΄ 40 – θ΄ 18

   40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.

  θ΄ 1 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2 ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις; 5 εἶπε δέ· τίς εἶ, κύριε; ὁ δὲ Κύριος εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν. 7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8 ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. 

10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ, Κύριε· 11 ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. 13 ἀπεκρίθη δὲ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ς΄ 48-54

   48 Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49 οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. 52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΓΛΥΚΕΡΙΑ

     Στίς 13 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Γλυκερίας. Ἡ ἁγία Γλυκερία ἔζησε στήν Τραϊανούπολη τήν ἐποχή τοῦ ρωμαίου αὐτοκράτορα Ἀντωνίνου Πίου καί Σαβίνου τοῦ ἡγεμόνα. Ὅταν ὁ εἰδωλολάτρης ἡγεμόνας θυσίαζε στά εἴδωλα ἡ ἁγία Γλυκερία, ἀφοῦ σχημάτισε στό μέτωπό της ἕνα σταυρό παρουσιάσθηκε στόν ἡγεμόνα. Μόλις μπῆκε στόν ναό τῶν εἰδώλων μετά ἀπό προσταγή τοῦ ἡγεμόνα, γιά νά θυσιάση, ἀφοῦ προσευχήθηκε στόν Κύριο κρήμνισε καί κατέστρεψε τό εἴδωλο τοῦ Δία. Οἱ εἰδωλολάτρες τότε τήν συνέλαβαν καί ἀφοῦ τήν κτύπησαν, τήν φυλάκισαν χωρίς νά τῆς δώσουν τροφή καί νερό. Ὅταν ὅμως μετά πολλές ἡμέρες ἄνοιξαν τήν φυλακή, μέ ἔκπληξη βρῆκαν ἕνα ἀγγεῖο μέ νερό καί ψωμί, ἐνῶ ἡ φυλακή ἦταν καλά ἀσφαλισμένη, δῶρα τά ὁποῖα εἶχε φέρει ἄγγελος Κυρίου. Μετά ἔβαλαν τήν ἁγία μέσα σέ ἕνα πυρακτωμένο καμίνι ὅμως καί πάλι ἡ χάρη τοῦ Θεοῦ τήν προστάτευσε. Κατόπιν τῆς ξερίζωσαν τό δέρμα τῆς κεφαλῆς καί τήν φυλάκισαν, ἀφοῦ τῆς ἔδεσαν τά χέρια. Ἀλλά ἄγγελος Κυρίου, ἀφοῦ τήν ἔλυσε ἀπό τά δεσμά, τῆς ἰάτρευσε τήν κεφαλή. Βλέποντας ὁ δεσμοφύλακας τό θαῦμα πίστεψε ὅτι ὁ Χριστός εἶναι Θεός ἀληθινός καί ἔτσι τόν ἀποκεφάλισαν. Τήν ἁγία Γλυκερία κατόπιν τήν ὁδήγησαν στά ἄγρια θηρία, γιά νά τήν κατασπαράξουν, ὅμως χάριτι Θεοῦ, ἕνα ἀπό αὐτά μόλις τήν δάγκωσε, ἡ ἁγία παρέδωσε τό πνεῦμα της στόν Κύριο καί ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον (Ἦχος γ΄. Τήν ὠραιότητα)

  Τὴν καλλιπάρθενον, Χριστοῦ τιμήσωμεν, τὴν ἀριστεύσασαν, πόνοις ἀθλήσεως, καὶ ἀσθενείᾳ τῆς σαρκός, τὸν ὄφιν καταβαλοῦσαν· πόθῳ γὰρ τοῦ Κτίσαντος, τῶν βασάνων τὴν ἔφοδον, ὡς οὐδὲν ἡγήσατο, καὶ θεόθεν δεδόξασται· πρὸς ἥν ἀναβοήσωμεν πάντες· Χαίροις, θεόφρον Γλυκερία.

Μεγαλυνάριον

  Μύρον πολυσύνθετον τῷ Χριστῷ, ἐξ ἀγνείας πόνων, καί αἱμάτων τοῖς σταλαγμοῖς, προσεγκαμένη, θεόφρον Γλυκερία, ἐν μύροις θεοβρύτοις λαμπρῶς δεδόξασαι.