Δευτέρα 2 Μαΐου 2022

ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ

 2 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ιγ΄ 7-16

   7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. 8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· 12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15 δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ε΄ 14-19

   14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ

   Στίς 2 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τήν ἀνακομιδή τῶν λειψάνων τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἀθανασίου Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁ Ἅγιος Ἀθανάσιος καταγόταν ἀπό τήν Ἀλεξάνδρεια, ἀπό γονεῖς πλουσίους καί ἐναρέτους. Ἀφοῦ παρακολούθησε φιλοσοφία καί θεολογία ἀποσύρθηκε στήν ἔρημο κοντά στόν Ἅγιο Ἀντώνιο, ὅπου ἀσκήτευσε γιά μερικά χρόνια καί κατόπιν ἐπέστρεψε στήν Ἀλεξάνδρεια, γιά νά προσφέρη τίς ὑπηρεσίες του στήν Ἐκκλησία. Ὡς διάκονος πῆρε μέρος στήν Α΄ Οἰκουμενική Σύνοδο ἐπί Μ. Κωνσταντίνου, ὅπου ἀγωνίστηκε κατά τῆς δυσσεβοῦς καί βλάσφημης διδασκαλίας τοῦ αἱρετικοῦ Ἀρείου. Μέ τήν κοίμηση τοῦ Ἀρχιεπισκόπου Ἀλεξάνδρου ἐξελέγει Ἀρχιεπίσκοπος Ἀλεξανδρείας σέ ἡλικία 33 χρονῶν. Ἀρχιεράτευσε συνολικά 45 χρόνια, ἐκ τῶν ὁποίων τά δέκα τά πέρασε στήν ἐξορία. Ἐξορίστηκε πέντε φορές καί παρ᾽ ὅλους τούς διωγμούς προώθησε τό ἐκκλησιαστικό ἔργο, ἔκανε ἱεραποστολή στήν Αἰθιοπία καί συνέγραψε πλούσιο καί πολύ σπουδαῖο συγγραφικό ἔργο, κοιμήθηκε σέ μεγάλη ἡλικία. Μάλιστα ἡ πλούσια μόρφωσή του, ἡ πολύ καλή γνώση τῆς Ἁγίας Γρα φῆς, πού εἶχε, ἀλλά καί ἡ κλασσική του παιδεία, τοῦ ἐπέτρεψαν νά θέση τήν προσωπική του σφραγίδα στό ὅλο συγγραφικό του ἔργο. Ὑπῆρξε ὁ ἡγέτης τῆς Ὀρθοδοξίας στό χρονικό διάστημα 325 μέ 373. Ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος, ὁ ὁποῖος συνέταξε λόγο στήν μνήμη του ἀρχίζει μέ τήν φράση «Ἀθανάσιον ἐπαι νῶν, ἀρετήν ἐπαινέσομαι». Ὁ δὲ Μέγας Φώτιος γράφει γιά τήν συγγραφική του ἀρετή «τήν φράσιν σαφής, ὡς καί ἐν πᾶσι (τοῖς συγγράμασι), καί ἀπέριττος καί ἀφελής, δριμύς καί βαθύς καί τοῖς ἐπιχειρήμασιν εὔτονος».

 

Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.

  Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Ὑιόν ὁμοούσιον, ἀνακηρύξας κατᾑσχυνας Ἄρείον· Πάτερ Ὅσιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τό μέγα ἔλεος.

Μεγαλυνάριον

Τῆς Ὀρθοδοξίας σάλπιγξ χρυσῆ, ὤφθης Ἱεράρχα, ὁμοούσιον τῷ Πατρί, τόν Υἱόν κηρύττων, καί Πνεύματι Ἁγίῳ· διό σε Ἀθανάσιε μεγαλύνομεν.