Σάββατο 12 Φεβρουαρίου 2022

Ο ΑΓ. ΑΝΤΩΝΙΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝ/ΠΟΛΕΩΣ

 12 Φεβρουαρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. β΄ 11-19

    11 Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. 14 Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός, 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. 19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιη΄ 1-10

   2 Λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. 4 καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, 5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. 6 εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· 7 ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; 8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓ. ΑΝΤΩΝΙΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝ/ΠΟΛΕΩΣ

   Στίς 12 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Ἀντωνίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ὁ ἅγιος Ἀντώνιος καταγόταν ἀπό τήν Κωνσταντινούπολη καί ἀπό τήν μικρή του ἡλικία φανέρωνε τόν πνευματικό πλοῦτο πού ἐπρόκειτο νά λάβη ὅταν θά μεγάλωνε, βλέποντας πῶς οἱ ἱερεῖς τελοῦσαν τήν θεία Λειτουργία, τήν ἐπαναλάμβανε μέ θαυμαστό τρόπο. Ὅταν ὁ ἅγιος Ἀντώνιος ἔφθασε στήν κατάλληλη ἡλικία ἔγινε μοναχός καί ἀφιερώθηκε τόσο στήν πρακτική ἀρετή ὅσο καί στήν ἐσωτερική φιλοσοφία. Ἀργότερα χειροτονήθηκε ἱερέας καί στήν συνέχεια, χωρίς ὁ ἴδιος νά θέλη, ἔγινε ἡγούμενος στήν μονή τῶν Στουδιτῶν. Ἀπό τότε ἀφιερώθηκε ἐντονότερα στήν νηστεία, στήν προσευχή, στήν ἀγρυπνία καί στήν ἐλεημοσύνη πρός τούς πάσχοντες ἀνθρώπους. Τό 893μ.Χ. μέ τήν ψῆφο τόσο τῆς ἱερᾶς Συνόδου ὅσο καί τοῦ αὐτοκράτορα ὁ ἅγιος Ἀντώνιος ἐξελέγη Πατριάρχης Κωνσταντινουπόλεως καί ἔτσι αὔξησε τούς πνευματικούς ἀγῶνες του. Βοηθοῦσε πλουσιοπάροχα τίς πτωχές ἐνορίες τῆς Πόλεως καί τούς ἱερεῖς τους, τούς πτωχούς καί ἀδύναμους ἀνθρώπους τόσο πνευματικά ὅσο καί ὑλικά. Ἔτσι ὁ ἀοίδιμος Ἀντώνιος εὐαρέστησε τόν Κύριο καί σέ βαθύ γῆρας παρέδωσε τό πνεῦμα του καί ἀναχώρησε γιά τήν ἄνω Ἱερουσαλήμ.