Πέμπτη 2 Δεκεμβρίου 2021

Η ΜΑΡΤΥΣ ΜΥΡΟΠΗ

 2 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Θεσ. δ’ 18 – ε‘ 10

    18 Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

    δ΄ 1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· 2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. 3 ὅταν γὰρ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· 5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. 6 Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. 7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· 8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· 9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κ’ 9-18

    9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς. 10 καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσωσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. 11 καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΜΑΡΤΥΣ ΜΥΡΟΠΗ

    Στίς 2 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς μάρτυρος Μυρόπης, ἡ ὁποία καταγόταν ἀπὸ τὴνἜφεσο κι ἔζησε τὸν 3ο αἰώνα. Νωρὶς ἔχασε τὸν πατέρα της καὶ ἀνετράφη ἀπὸ τὴν μητέρα της, ποὺ καταγόταν ἀπὸ τὴ Χίο. Κατὰ τὸ διωγμὸ τοῦ Δεκίου ἐγκαταστάθηκε μὲ τὴ μητέρτης στὴ Χίο, ὅπου καὶ ἐπιδόθηκε στὴ διάδοση τῆς Χριστιανικῆς θρησκείας. Δὲν ἄργησε νὰ ἐπεκταθεῖ ὁ διωγμὸς καὶ στὴ Χίο, θύμα τοῦ ὁποίου ἦταν καὶ ὁ μακάριος Ἰσίδωρος. Μάλιστα ὁ εἰδωλολάτρης ἄρχοντας Νουμέριος εἶχε διατάξει νὰ παραμείνει ἄταφο τὸ σῶμα τοῦ μάρτυρα.Παρὰ τὴ διαταγὴ ἡ Μυρόπη μαζὶ μὲ ἄλλες γυναῖκες πῆραν τὸ σῶμα καὶ τὸ ἔθαψαν μὲ πολλὴ εὐλάβεια.Παράλληλα ἡ Μυρόπη φανέρωσε στὸν Νουμέριο τὴν πράξη της, ἀλλὰ καὶ τὴ δική της πίστη στὸ Χριστό. Ὁ Νουμέριος ἄρχισε τὰ βασανιστήρια στὴν ἁγία, ἡ ὁποία στὴφυλακὴ παρέδωσε τὸ πνεῦμα της καὶ ἔλαβε τὸν στέφανο τοῦ μαρτυρίου.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)


    Καλλιμάρτυς Μυρόπη, καί Χριστοῦ Νύμφη ἄφθορε, νῦν Αὐτῷ παρεστῶσα ὡς ὠραία καί πάγκαλος, ὡς λίθους φαιδρούς καί διαυγεῖς, τά στίγματα φέρουσα σαρκός, καί αἱμάτων τήν πορφύραν ὡς βασιλίς περικειμένη ἔνδοξε, δυσώπει αὐτόν ὑπέρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σου, ὕμνοις ἐπινικίοις καἰ ὠδαῖς τήν θείαν Ἄθλησιν.