ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. β΄ 19 – γ΄ 7
19 Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, 21 ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.
γ΄ 1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, 2 εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, 5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, 6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου, 7 οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 1-3
1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΠΡΟΒΟΣ, ΤΑΡΑΧΟΣ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΣ
Στίς 12 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Πρόβου, Ταράχου καί Ἀνδρονίκου. Οἱ ἅγιοι αὐτοί ἔζησαν κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ. Ὁ Τάραχος ἦταν ἠλικιωμένος, ρωμαῖος στρατιώτης, ὁ Πρόβος καταγόταν ἀπό τήν Σίδη τῆς Παμφυλίας καί ὁ Ἀνδρόνικος ἀπό τήν Ἔφεσο τῆς Ἰωνίας. Παραστάθηκαν στό δικαστήριο καί ὁμολόγησαν μέ παρρησία τόν Χριστό. Οἱ τιμωρίες πού τούς ἐπιβλήθηκαν ἦταν ἀπάνθρωπες. Συνέτριψαν τίς σιαγόνες τοῦ ἁγίου Ταράχου, κατέκαυσαν τά χέρια του καί τόν κρέμασαν πάνω σέ ξύλο, καπνίζοντάς τον μέ πολύ καπνό, προκαλῶντας του ἀφόρητη δυσφορία καί πνιγμό. Ἔβαλαν στή μύτη του ξύδι μέ σινάπι καί ἁλάτι, ἔκαιγαν τούς μαστούς του, ἔκοψαν τά αὐτιά του, ἔγδαραν τό δέρμα τῆς κεφαλῆς του καί τέλος κατέκοψαν τά μέλη τοῦ σώματός του. Μέ ἀπαράμιλλη ὑπομονή καί γενναιότητα ὑπέμεινε ὁ ἅγιος ὅλα τά βασανιστήρια, παρέδωσε τήν ψυχή του καί ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Τόν δέ ἅγιο Πρόβο ἔδειραν ἀνελέητα, κατέκαυσαν τά πόδια του μέ πυρωμένα σίδερα, τόν κρέμασαν καί κατέκαιαν τήν πλάτη καί τά πλευρά του μέ πυρωμένα σουβλιά καί τέλος τόν κατέκοψαν ὁλόκληρο σέ λεπτά κομμάτια μέ μαχαίρια καί τελείωσε μέ μαρτυρικό τρόπο τήν ζωή του. Τέλος τόν Ἀνδρόνικο τόν κρέμασαν πάνω σέ ξύλο καί τοῦ χάραζαν τίς κνῆμες μέ κοφτερά σίδερα, μετά κατέκαυσαν τά πλευρά του καί τοῦ ἔβαζαν ἁλάτι στίς πληγές, ἔκοψαν τήν γλῶσσα καί τά χείλη του, καί σχεδόν κατέκοψαν ὅλο τό σῶμα του. Μέ αὐτόν τρόπο μαρτύρησε κι αὐτός ὁ μάκάριος καί παρέδωσε τήν ψυχή του στά χέρια τοῦ Θεοῦ.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Τήν ὠραιότητα.)
Ἰσχὺν τὴν ἄμαχον, περιζωσάμενοι, κατεπαλαίσατε, ἐχθρῶν τᾶς φάλαγγας, καὶ ἐδοξάσατε Χριστόν, ἀθλήσεως τοὶς ἀγώσι, Πρόβε παναοίδιμε, ὁ πρόβας πρὸς τὰ κρείττονα, ἔνδοξε Ἀνδρόνικε, Ἐκκλησίας ἐκνίκημα, καὶ Τάραχε πιστῶν ἡ γαλήνη, ὁ τρισαυγὴς Μαρτύρων δῆμος.
Μεγαλυνάριον
Τρίφωτος λυχνία μαρτυρική, Τάραχος καὶ Πρόβος, καὶ Ἀδρόνικος οἱ στερροί, ὤφθησαν ἐν κόσμῳ, Τριάδος ὑπερθέου, τὰς τηλαυγεῖς ἐλλάμψεις, ἀεὶ πυρσεύοντες.