Τρίτη 21 Σεπτεμβρίου 2021

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

 21 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ιβ΄ 20 – ιγ΄ 2

   20 Φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μήπως ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι, 21 μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

   ιγ΄ 1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα· 2 προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. γ’ 23- δ’ 1

    23 Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὤν, ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ Ἠλί, 24 τοῦ Ματθάν, τοῦ Λευῒ, τοῦ Μελχί, τοῦ Ἰωαννᾶ, τοῦ Ἰωσήφ, τοῦ 25 Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλίμ, τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΰ, τοῦ Ἰωσήχ, τοῦ Ἰωδᾶ, 27 τοῦ Ἰωαννάν, τοῦ ῾Ρησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, 28 τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, τοῦ Ἤρ, 29 τοῦ Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ, 30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνᾶ, τοῦ Ἐλιακείμ, 31 τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθᾶ, τοῦ Νάθαν, τοῦ Δαυΐδ, 32 τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, 33 τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἰωράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, 35 τοῦ Σερούχ, τοῦ ῾Ραγαῦ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλᾶ, 36 τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.

   δ΄ 1 Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΚΟΔΡΑΤΟΣ Ο ΕΝ ΜΑΓΝΗΣΙᾼ

   Στίς 21 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Ἀποστόλου Κοδράτου τοῦ ἐν Μαγνησίᾳ. Ὁ ἅγιος Κοδράτος λόγω τῆς μεγάλης ἀγάπης του γιά τόν Χριστό ἀλλά καί τῆς σοφίας καί πολυμάθειάς του χειροτονήθηκε ἐπίσκοπος Ἀθηνῶν. Ἦταν δέ τόσος ὁ ζῆλος του, γιά τήν διάδοση τοῦ Εὐαγγελίου, ὅπου πολλούς Ἀθηναίους ὁδήγησε στήν ἀληθῆ πίστη τοῦ Χριστοῦ, ἐκείνους δέ πού ἐπέμεναν νά πιστεύουν στά ἄψυχα εἴδωλα τούς κατήσχυνε μέ τήν χάρι τοῦ Θεοῦ καί τήν δύναμη τῶν λόγων του. Γιά τόν λόγο αὐτό οἱ εἰδωλολάτρες τόν ἐκδίωξαν ἀπό τό ποίμνιο του, ἀφοῦ πρῶτα τόν βασάνισαν καί τόν λιθοβόλησαν. Ἔτσι πῆγε στήν Μαγνησία τῆς Μικρᾶς Ἀσίας, ὅπου μέ παρρησία καί ἐκεῖ διέδωσε τόν λόγο τοῦ Εὐαγγελίου καί στηλίτευσε τόν βίο τῶν ἐθνικῶν. Τέλος, κατά τούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Ἀδριανοῦ ὁ δοῦλος τοῦ Θεοῦ Κοδράτος θανατώθηκε καί ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

 Ἀπολυτίκιον

(Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.)


Σοφίας ταῖς ἀκτῖσι φαιδρύνας σου τὸν βίον, εἵλκυσας τοῦ Πνεύματος, μάκαρ, τὴν πυρίπνοον χάριν καὶ ηὔγασας δόγματα ζωῆς, Κοδρᾶτε, ὡς ἀπόστολος Χριστοῦ· διὰ τοῦτο ὡς φωστῆρα σὲ ἀπλανῆ γεραίροντες ἐκβοῶμεν· δόξα τῷ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Μεγαλυνάριον

Ἱερῶν δογμάτων ὑφηγητά, στόμα εὐσεβείας, πνευματέμφορον καὶ τερπνόν, κοινωνὲ Μαρτύρων, Ἀπόστολε Κοδρᾶτε, μετάδος τῇ ψυχῇ μου, ἐκ τῆς σῆς χάριτος.