ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. ιβ΄ 10-19
10 Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. 11 Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. 13 τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. 14 Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾿ οἱ γονεῖς τοῖς τέκνοις.
15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι. 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; 19 Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. γ΄ 19-22
19 Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΙΝΟΣ, ΜΑΞΙΜΟΣ, ΑΝΑΣΤΑΣΙΟΙ ΔΥΟ, ΘΕΟΔΩΡΟΣ ΚΑΙ ΕΥΠΡΕΠΙΟΣ
Στίς 20 Σεπτεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῶν ἁγίων ὁμολογητῶν Μαρτίνου Πάπα Ρώμης, Μαξίμου τοῦ σοφωτάτου τῶν δύο ἁγίων, ὁμολογητῶν Ἀναστασίων καὶ Θεοδώρου καί Εὐπρεπίου, μαθητῶν τοῦ ἁγίου Μαξίμου. Ὁ πάπας Μαρτῖνος τό 649 μέ προτροπή τοῦ ἁγίου Μαξίμου καί τήν ἐπιμονή τῶν ἀνατολικῶν μοναχῶν τῆς Ἰταλίας καί τῆς Β. Ἀφρικῆς συγκάλεσε σύνοδο στό Λατερανό τῆς Ρώμης, ὅπου ἀναθεματίσθηκε ἡ αἵρεση τοῦ μονοθελητισμοῦ. Ὅταν ὁ αἱρετικός αὐτοκράτορας Κώνστας, ἐγγονός τοῦ Ἡρακλείου, πληροφορήθηκε γιά τίς ἀποφάσεις τῆς συνόδου διέταξε νά συλλάβουν καί νά ὁδηγήσουν στήν Κωνσταντινούπολη τόν ἅγιο Μάξιμο μέ τούς δύο Ἀναστασίους, τούς ὁποίους μετά τήν καταδίκη τους τούς ὑπέβαλαν σέ βασανιστήρια καί τούς ἐξόρισαν στήν Θράκη. Κατόπιν τούς ἐπανέφεραν στήν Πόλη, ὅπου παρά τίς πιέσεις πού δέχθηκαν, νά ἀπαρνηθοῦν τήν ὀρθόδοξη πίστη, δέν ὑπέκυψαν. Γιά τόν λόγο αὐτό ἀπέκοψαν τήν γλώσσα καί τό δεξί χέρι τοῦ Μαξίμου καί τοῦ Ἀναστασίου τοῦ μεγαλυτέρου καί κατόπιν τούς ἐξόρισαν στήν χώρα τῶν Λαζαίων μαζί μέ τούς ἄλλους τρεῖς μαθητές τοῦ ἁγίου. Ἐκεῖ ὁ μέν θεῖος Μάξιμος μετά ἀπό τρία χρόνια παρέδωσε τό πνεῦμα του, ὁ Ἀναστάσιος ὁ πρεσβύτερος τελειώθηκε ἐν Κυρίῳ μετά ἀπό εἴκοσι χρόνια, ὁ δέ Ἀναστάσιος ὁ νεώτερος στάλθηκε στήν Θράκη, ὅπου τελείωσε τόν παρόντα βίο ὁμολογώντας τήν πίστη του. Ὁ Θεόδωρος, ὁ τρίτος μαθητής τοῦ Μαξίμου, παρέδωσε τό πνεῦμα του βρισκόμενος στήν ἐξορία μετά ἀπό εἴκοσι χρόνια ὁ Εὐπρέπιος μετά ἀπό ἕνα χρόνο ἐξορίας ἐξεδήμησε καί αὐτός πρός τόν Κύριο. Τέλος ὁ ἁγιότατος πάπας Μαρτῖνος, ἀφοῦ ὑποβλήθηκε σέ πολλά βασανιστήρια, ἐξορίσθηκε στήν Χερσώνα, τῆς Κριμαίας, ὅπου καί κοιμήθηκε.