Σάββατο 3 Ιουλίου 2021

Ο ΑΓΙΟΣ ΥΑΚΙΝΘΟΣ

 3 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. γ΄ 19-26

    19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, 20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. 21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 22 δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστι διαστολή· 23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, 24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, 25 ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων 26 ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ζ΄ 1-8

    1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. 3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5 ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. 6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. 7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· 8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΥΑΚΙΝΘΟΣ

    Στὶς 3 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἁγίου Ὑακίνθου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Καισάρεια τῆς Καππαδοκίας κι ἔζησε τέλη τοῦ 1ου καί ἀρχές τοῦ 2ου αἰώνα μ.Χ.. Ὁ Ὑάκινθος ὑπηρετοῦσε στό παλάτι τοῦ βασιλιᾶ καί ἀρνοῦνταν νά φάει ἀπό αὐτά πού θυσίαζαν στά εἴδωλα. Γρήγορα ἔγινε γνωστό ὅτι εἶναι χριστιανός καί ὁ βασιλιάς προσπάθησε νά τόν πείσει. Ἐκεῖνος ὁμολόγησε τό Χριστό, γι᾽ αὐτό καί τόν ὁδήγησαν στή φυλακή ὅπου ὑπέφερε πολλά βασανιστήρια. Ἐκεῖ ἔμεινε νηστικός ἐπί σαράντα μέρες, ἀρνούμενος τά εἰδωλόθυτα, καί παρέδωσε τό πνεῦμα του.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)

Ὡς λίθος ὑάκινθος, τῆς Ἐκκλησίας Χριστοῦ, ἀστράπτεις τοῖς πέρασι, ταῖς τῶν χαρίτων αὐγαῖς, παμμάκαρ Ὑάκινθε· σύ γάρ ὁμολογίᾳ, πυρσωθείς εὐσεβείας, ἔλαμψας ἐν ἀθλήσει, τῇ τοῦ Λόγου μιμήσει· ἐντεῦθεν καταφαιδρύνεις, τούς σέ γεραίροντας.

Μεγαλυνάριον

Θεότητος ἄνθει ἀθλητικήν, εὔχροιαν ἀνθήσας, ὑακίνθινον καί τερπνήν, ἄνθος θυμηδίας, χαρίτων διαπνοίᾳ, ὤφθης τῇ Ἐκκλησίᾳ Μάρτυς Ὑάκινθε.