ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Τιμ. δ΄ 9-15
9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· 10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. 11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ι΄ 23-31
23 Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ τῷ δούλῳ ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; 26 μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27 ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28 καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. 31 μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΠΡΟΚΟΠΙΟΣ
Στίς 8 Ίουλίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ μεγαλομάρτυρος Προκοπίου, ὁ ὁποῖος καταγόταν ἀπό τήν Ἀντιόχεια καί ἔζησε κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ. Οἱ γονεῖς του ἦταν εἰδωλολάτρες, ὁ πατέρας του ὅμως γρήγορα ἔγινε χριστιανός. Νεαρός ἀκόμα ὁ Προκόπιος διορίστηκε ἔπαρχος στήν Ἀλεξάνδρεια μέ ἐντολή νά καταδιώξει ἀμείλικτα τούς χριστιανούς. Ἀκόμα δέν εἶχε δεχτεῖ τή χριστιανική πίστη. Μέ θαυμαστό τρόπο ἐκλήθη στήν πίστη καί ὡς ἔπαρχος ἔκανε ἀκριβῶς τό ἀντίθετο. Προστάτευε τούς χριστιανούς. Ἀργότερα παραιτήθηκε ἀπό τό ὑψηλό ἀξίωμα καί ἀφοσιώθηκε στή διάδοση τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Δέν ἄργησε νά γίνει γνωστό τό ὑπέρ Χριστοῦ ἔργο του, γεγονός πού τόν ἔφερε ἀντιμέτωπο μέ τή μανία τῶν εἰδωλολατρῶν καί τά βασανιστήρια, πού ὑπέστη ἦταν πάρα πολλά. Τελικά δέχτηκε τόν διά ξίφους θάνατο.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
«Ἀγρευθείς οὐρανόθεν πρός τήν εὐσέβειαν, κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος Χριστῷ, τῶν Μαρτύρων καλλονή Μάρτυς Προκόπιε· ὅθεν δυνάμει τοῦ Σταυροῦ, ἀριστεύσας εὐκλεῶς, κατῄσχυνας τόν Βελίαρ· οὗ τῆς κακίας ἀτρώτους, σῶζε τούς πόθῳ σε γεραίροντας».
Μεγαλυνάριον
Κλήσει οὐρανίῳ ἀκολουθῶν, φερωνύμως Μάρτυς, καὶ προκόπτων ἀθλητικῶς, σύμμορφος ἐδείχθης, τοῦ σοὶ καθαροθέντος, Προκόπιε θεόφρον, ἀθλήσας ἄριστα