Τετάρτη 21 Ιουλίου 2021

ΟΙ ΑΓΙΟΙ ΣΥΜΕΩΝ Ο ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ

 21 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Ρωμ. ιε΄ 7-16 

     7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. 8 Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. 10 καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 καὶ πάλιν αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. 12 καὶ πάλιν Ἡσαΐας λέγει· ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν. 13 Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου. 14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν. 15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ 16 εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. 

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. ιβ΄ 38-45 

     38 Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. 39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40 ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁπροφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ  τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. 42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. 43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον. 45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾿ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ. 

 

  ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

 ΟΙ ΑΓΙΟΙ ΣΥΜΕΩΝ Ο ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ 

     Στίς 21 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ὁσίων πατέρων Συμεών τοῦ διά Χριστόν σαλοῦ καί Ἰωάννου. Οἱ ἅγιοι ἔζησαν στούς χρόνους τοῦ αὐτοκράτορα Ἰουστίνου Α΄, θείου τοῦ Ἰουστινιανοῦ καί κατάγονταν ἀπό τήν Ἔδεσσα τῆς Συρίας. Κάποτε πῆγαν στά Ἱεροσόλυμα στήν ἑορτή τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ καί ἀπό τότε δέν ξαναγύρισαν στήν πατρίδα τους, ἀλλά κατάληξαν στήν Μονή τοῦ ἁγίου Γερασίμου τοῦ Ἰορδανίτη, ὅπου καί ἐκάρησαν μοναχοί. Οἱ ἅγιοι Συμεών καί Ἰωάννης μετά τήν κουρά τους ἀναχώρησαν γιά τήν ἔρημο, ὅπου παρέμειναν γιά σαράντα χρόνια. Ἔπειτα ὁ μέν Ἰωάννης παρέμεινε ὁ δέ Συμεών γύρισε στήν Ἱερουσαλήμ, ὅπου, ἀφοῦ προσκύνησε τόν πανάγιο Τάφο, πῆγε στήν Ἔμεσα, ὅπου παρέμεινε παριστάνοντας τόν σαλό καί κάνοντας θαύματα, τά ὁποῖα μόνον οἱ συνετοί καί καθαροί τά ἀντιλαμβάνονταν. Ὅταν ὁ ἀοίδιμος Συμεών ἀπῆλθε πρός τόν Κύριο ἀποκαλύφθηκε ἡ ἁγιότητά του, γιά νά ὠφεληθοῦν οἱ ἄνθρωποι καί νά δοξάσουν τόν Θεό. Λόγω δέ τῆς πενίας του βρέθηκαν μόνο δύο πτωχοί ἄνθρωποι νά τόν ἐνταφιάσουν καί μάλιστα χωρίς καμμία φροντίδα καί ψαλμωδίες. Ὅταν τό λείψανο περνοῦσε ἀπό τό σπίτι ἑνός ἑβραίου, αὐτός ἄκουσε ὄμορφους ὕμνους καί νόμισε ὅτι τό συνόδευαν πλῆθος κόσμου. Τότε παρατήρησε ὅτι τό λείψανο συνοδευόταν μόνο ἀπό δύο πτωχούς ἁπλούς ἀνθρώπους, ἔτσι θαύμασε τήν πρόνοια τοῦ Θεοῦ, ὅπου ἄγγελοι ἔψελναν καί τό δορυφοροῦσαν, ὁπότε ὁ ἑβραῖος πῆγε ὁ ἴδιος καί τό ἐνταφίασε. Μάλιστα μετά ἀπό λίγες ἡμέρες ἦλθε καί ὁ ἅγιος Ἰωάννης, ὁ συνασκητής τοῦ ἁγίου Συμεών καί τόν βρῆκε ἤδη ἐκδημήσαντα πρός τόν Κύριο. 

 Ἀπολυτίκιον 

(Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.) 

 Ὡς ἡνωμένοι δι’ ἐνθέου ἀγάπης, σύμψυχοι ὤφθητε ἐν πᾶσι τοῖς τρόποις, ὦ Ἰωάννη ὅσιε, καὶ θεῖε Συμεών, ὁ μὲν βίον ἔνθεον διελθῶν ἐν ἐρήμῳ, ὁ δὲ σοφοῖς σκώμμασι τὸν Βελιὰρ μωράνας· καὶ νῦν τῶν θείων ἄμφω ἀμοιβὴν καταρτυφῶντες, ἡμᾶς ἐποπτεύετε. 

 Μεγαλυνάριον 

 Χαίροις παμμακάριστε Συμεών, ὁ ἀπομωράνας, τῆς κακίας τόν σοφιστήν· χαίροις Ἰωάννη, πολῖτα τῆς ἐρήμου, Πατέρες θεοφόροι Ἀγγέλων σύσκηνοι.